Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Καῖσαρ δὲ τοὺς μὲν ὑπὲρ Ἀντωνίου λόγους οὐκ ἠνέσχετο, Κλεοπάτραν δὲ ἀπεκρίνατο μηδενὸς ἁμαρτήσεσθαι τῶν ἐπιεικῶν ἀνελοῦσαν Ἀντώνιον ἢ ἐκβαλοῦσαν. συνέπεμψε δὲ καὶ παρʼ αὑτοῦ τινα τῶν ἀπελευθέρων Θύρσον, οὐκ ἀνόητον ἄνθρωπον οὐδὲ ἀπιθάνως ἂν ἀφʼ ἡγεμόνος νέου διαλεχθέντα πρὸς γυναῖκα σοβαρὰν καὶ θαυμαστὸν ὅσον ἐπὶ κάλλει φρονοῦσαν.

οὗτος ἐντυγχάνων αὐτῇ μακρότερα τῶν ἄλλων καὶ τιμώμενος διαφερόντως ὑπόνοιαν τῷ Ἀντωνίῳ παρέσχε, καὶ συλλαβὼν αὐτὸν ἐμαστίγωσεν, εἶτα ἀφῆκε πρὸς Καίσαρα γράψας ὡς ἐντρυφῶν καὶ περιφρονῶν παροξύνειεν αὐτόν, εὐπαρόξυντον ὑπὸ κακῶν ὄντα. σὺ δὲ εἰ μὴ φέρεις τὸ πρᾶγμα, ἔφη, μετρίως, ἔχεις ἐμὸν ἀπελεύθερον Ἵππαρχον. τοῦτον κρεμάσας μαστίγωσον, ἵνα ἴσον ἔχωμεν.

ἐκ τούτου Κλεοπάτρα μὲν ἀπολυομένη τὰς αἰτίας καὶ ὑπονοίας ἐθεράπευεν αὐτὸν περιττῶς· καὶ τὴν ἑαυτῆς γενέθλιον ταπεινῶς διαγαγοῦσα καὶ ταῖς τύχαις πρεπόντως, τὴν ἐκείνου πᾶσαν ὑπερβαλλομένη λαμπρότητα καὶ πολυτέλειαν ἑώρτασεν, ὥστε πολλοὺς τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον πένητας ἐλθόντας ἀπελθεῖν πλουσίους. Καίσαρα δὲ Ἀγρίππας ἀνεκαλεῖτο πολλάκις ἀπὸ Ῥώμης γράφων ὡς τῶν ἐκεῖ πραγμάτων τὴν παρουσίαν αὐτοῦ ποθούντων.

306

ἔσχεν οὖν ἀναβολὴν ὁ πόλεμος τότε· τοῦ δὲ χειμῶνος παρελθόντος αὖθις ἐπῄει διὰ Συρίας, οἱ δὲ στρατηγοὶ διὰ Λιβύης. ἁλόντος δὲ Πηλουσίου λόγος ἦν ἐνδοῦναι Σέλευκον οὐκ ἀκούσης τῆς Κλεοπάτρας. ἡ δὲ ἐκείνου μὲν γυναῖκα καὶ παῖδας Ἀντωνίῳ κτεῖναι παρεῖχεν, αὐτὴ δὲ θήκας ἔχουσα καὶ μνήματα κατεσκευασμένα περιττῶς εἴς τε κάλλος καὶ ὕψος, ἃ προσῳκοδόμησε τῷ ναῷ τῆς Ἴσιδος,

ἐνταῦθα τῶν βασιλικῶν συνεφόρει τὰ πλείστης ἄξια σπουδῆς, χρυσόν, ἄργυρον, σμάραγδον, μαργαρίτην, ἔβενον, ἐλέφαντα, κινάμωμον· ἐπὶ πᾶσι δὲ δᾷδα πολλὴν καὶ στυππεῖον, ὥστε δείσαντα περὶ τῶν χρημάτων Καίσαρα, μὴ τραπομένη πρὸς ἀπόγνωσιν ἡ γυνὴ διαφθείρῃ καὶ καταφλέξῃ τὸν πλοῦτον, ἀεί τινας ἐλπίδας αὐτῇ φιλανθ ρώπους προσπέμπειν ἅμα τῷ στρατῷ πορευόμενον ἐπὶ τὴν πόλιν.