Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἅμα δʼ ἡμέρᾳ πολὺ πλείονες ἐπηθροίζοντο, καὶ λέγονται τετρακισμυρίων οὐκ ἐλάττονες ἱππόται γενέσθαι, βασιλέως καὶ τοὺς περὶ αὐτὸν ἀεὶ τεταγμένους ὡς ἐπὶ σαφεῖ καὶ βεβαίῳ κατορθώματι πέμψαντος· αὐτὸς μὲν γὰρ οὐδεμιᾷ μάχῃ παρέτυχεν. Ἀντώνιος δὲ βουλόμενος προσαγορεῦσαι τοὺς στρατιώτας ᾔτησε φαιὸν ἱμάτιον, ὡς οἰκτρότερος ὀφθείη. τῶν δὲ φίλων ἐναντιωθέντων ἐν τῇ στρατηγικῇ φοινικίδι προελθὼν ἐδημηγόρησε, τοὺς μὲν νενικηκότας ἐπαινῶν, ὀνειδίζων δὲ τοὺς φυγόντας.

τῶν δὲ οἱ μὲν παρεκελεύοντο θαρρεῖν, οἱ δὲ ἀπολογούμενοι σφᾶς αὐτοὺς παρεῖχον, εἴτε βούλοιτο δεκατεύειν, εἴτε ἄλλῳ τρόπῳ κολάζειν· μόνον παύσασθαι δυσφοροῦντα καὶ λυπούμενον ἐδέοντο. πρὸς ταῦτα τὰς χεῖρας ἀνατείνας ἐπεύξατο τοῖς θεοῖς, εἴ τις ἄρα νέμεσις τὰς πρόσθεν εὐτυχίας αὐτοῦ μέτεισιν, εἰς αὐτὸν ἐλθεῖν, τῷ δʼ ἄλλῳ στρατῷ σωτηρίαν διδόναι καὶ νίκην.

240

τῇ δὲ ὑστεραίᾳ φραξάμενοι βέλτιον προῆγον· καὶ τοῖς Πάρθοις ἐπιχειροῦσι πολὺς ἀπήντα παράλογος. οἰόμενοι γὰρ ἐφʼ ἁρπαγὴν καὶ λεηλασίαν, οὐ μάχην, ἐλαύνειν, εἶτα πολλοῖς βέλεσιν ἐντυγχάνοντες, ἐρρωμένους δὲ καὶ νεαλεῖς ταῖς προθυμίαις ὁρῶντες, αὖθις ἐξέκαμνον.

ἐπεὶ δὲ καταβαίνουσιν αὐτοῖς ἀπὸ λόφων τινῶν ἐπικλινῶν ἐπέθεντο καὶ βραδέως ὑπεξάγοντας ἔβαλλον, ἐπιστρέψαντες οἱ θυρεοφόροι συνέκλεισαν εἴσω τῶν ὅπλων τοὺς ψιλούς, αὐτοὶ δὲ καθέντες εἰς γόνυ προὐβάλοντο τοὺς θυρεούς· οἱ δὲ ὄπισθεν ὑπερέσχον αὐτῶν τὰ ὅπλα κἀκείνων ὁμοίως ἕτεροι. τὸ δὲ σχῆμα παραπλήσιον ἐρέψει γινόμενον ὄψιν τε θεατρικὴν παρέχει, καὶ τῶν προβλημάτων στεγανώτατόν ἐστι πρὸς τοὺς ὀϊστοὺς ἀπολισθαίνοντας.