Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὕτω δὲ ἀλλήλων διακριθέντες ὁ μὲν εὐθὺς εἴχετο τοῦ πρὸς Πομπήϊον πολέμου, Σικελίας ἐφιέμενος, Ἀντώνιος δὲ Ὀκταουίαν μετὰ τῶν ἐξ ἐκείνης καὶ τοὺς ἐκ Φουλβίας παῖδας αὐτῷ παρακαταθέμενος εἰς τὴν Ἀσίαν ἀπεπέρασεν.

εὕδουσα δʼ ἡ δεινὴ συμφορὰ χρόνον πολύν, ὁ Κλεοπάτρας ἔρως, δοκῶν κατευνάσθαι καὶ κατακεκηλῆσθαι . τοῖς βελτίοσι λογισμοῖς, αὖθις ἀνέλαμπε καὶ ἀνεθάρρει Συρία πλησιάζοντος αὐτοῦ. καὶ τέλος, ὥσπερ φησὶν ὁ Πλάτων τὸ δυσπειθὲς καὶ ἀκόλαστον τῆς ψυχῆς ὑποζύ γιον, ἀπολακτίσας τὰ καλὰ καὶ σωτήρια πάντα Καπίτωνα Φοντήϊον ἔπεμψεν ἄξοντα Κλεοπάτραν εἰς Συρίαν.

ἐλθούσῃ δὲ χαρίζεται καὶ προστίθησι μικρὸν οὐδὲν οὐδʼ ὀλίγον, ἀλλὰ Φοινίκην,

218
κοίλην Συρίαν, Κύπρον, Κιλικίας πολλήν· ἔτι δὲ τῆς τε Ἰουδαίων τὴν τὸ βάλσαμον φέρουσαν καὶ τῆς Ναβαταίων Ἀραβίας ὅση πρὸς τὴν ἐκτὸς ἀποκλίνει θάλασσαν. αὗται μάλιστα Ῥωμαίους ἠνίασαν αἱ δωρεαί. καίτοι πολλοῖς ἐχαρίζετο τετραρχίας καὶ βασιλείας ἐθνῶν μεγάλων, ἰδιώταις οὖσι, πολλοὺς δʼ ἀφῃρεῖτο βασιλείας, ὡς Ἀντίγονον τὸν Ἰουδαῖον, ὃν καὶ προαγαγὼν ἐπελέκισεν, οὐδενὸς πρότερον ἑτέρου βασίλεως οὕτω κολασθέντος.