Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ Σέλευκος, ἐκπεσὼν μὲν ὑπὸ Ἀντιγόνου τῆς Βαβυλωνίας πρότερον, ὕστερον δὲ ἀναλαβὼν τὴν ἀρχὴν δι’ αὑτοῦ καὶ κρατῶν, ἀνέβη μετὰ δυνάμεως, τὰ συνοροῦντα τοῖς Ἰνδοῖς ἔθνη καὶ τὰς περὶ Καύκασον ἐπαρχίας προσαξόμενος, ἐλπίζων Δημήτριος ἔρημον εὑρήσειν τὴν Μεσοποταμίαν καὶ περάσας ἄφνω τὸν Εὐφράτην εἰς τὴν Βαβυλωνίαν παρεισπεσὼν ἔφθη, καὶ τῆς ἑτέρας ἄκρας (δύο γαρ ἦσαν) ἐκκρούσας τὴν τοῦ Σελεύκου φρουρὰν καὶ κρατήσας ἰδίους ἐγκατέστησεν ἑπτακισχιλίους ἄνδρας.

ἐκ δὲ τῆς

18
χώρας ὅσα φέρειν ἢ ἄγειν ἠδύναντο τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ λαμβάνειν κελεύσας, ἐπανῆλθεν ἐπὶ θάλασσαν βεβαιοτέραν Σελεύκῳ τὴν ἀρχὴν ἀπολιπών· ἐξίστασθαι γὰρ ἐδόκει τῷ κακοῦν ὡς μηκέτι προσήκουσαν αὐτοῖς. Πτολεμαίου μέντοι πολιορκοῦντος Ἁλικαρνασὸν ὀξέως βοηθήσας ἐξήρπασε τὴν πόλιν.

ἐνδόξου δὲ τῆς φιλοτιμίας ταύτης γενομένης, ὁρμὴ παρέστη θαυμάσιος αὐτοῖς ἐλευθεροῦν τὴν Ἑλλάδα πᾶσαν ὑπὸ Κασάνδρου καὶ Πτολεμαίου καταδεδουλωμένην. τούτου πόλεμον οὐδεὶς ἐπολέμησε τῶν βασιλέων καλλίω καὶ δικαιότερον· ἃς γὰρ ἅμα τοὺς βαρβάρους ταπεινοῦντες εὐπορίας συνήγαγον, εἰς τοὺς Ἕλληνας ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἀνήλισκον.

ὡς δὲ πρῶτον ἐδόκει πλεῖν ἐπὶ τὰς Ἀθήνας, τῶν φίλων εἰπόντος τινὸς πρὸς τὸν Ἀντίγονον ὅτι δεῖ ταύτην τὴν πόλιν, ἂν ἕλωσι, κατέχειν δι’ αὑτῶν, ἐπιβάθραν τῆς Ἑλλάδος οὖσαν, οὐ προσέσχεν ὁ Ἀντίγονος, ἀλλʼ ἐπιβάθραν μὲν ἔφη καλὴν καὶ ἀσάλευτον εἶναι τὴν εὔνοιαν, τὰς δὲ Ἀθήνας, ὥσπερ σκοπὴν τῆς οἰκουμένης, ταχὺ τῇ δόξῃ διαπυρσεύειν εἰς ἅπαντας ἀνθρώπους τὰς πράξεις.