Demetrius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
συνέβη γάρ, ὡς ἔοικε, τὸν Ἀντίοχον ἐρασθέντα τῆς Στρατονίκης νέας οὔσης, ἤδη δὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου, διακεῖσθαι κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθει διαμαχόμενον, τέλος δʼ ἑαυτοῦ καταγνόντα δεινῶν μὲν ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν, κεκρατῆσθαι δὲ τῷ λογισμῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου ζητεῖν καὶ παραλύειν ἀτρέμα καὶ θεραπείας ἀμελείᾳ καὶ τροφῆς ἀποχῇ τὸ σῶμα, νοσεῖν τινα νόσον σκηπτόμενον.
Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι μὲν οὐ χαλεπῶς ἐρῶντος αὐτοῦ, τὸ δὲ οὗτινος ἐρᾷ δυστόπαστον ὂν ἐξανευρεῖν βουλόμενον ἀεὶ μὲν ἐν τῷ δωματίῳ διημερεύειν, εἰ δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ μειρακίων ἢ γυναικῶν, ἐγκαθορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συμπάσχειν μάλιστα τῇ ψυχῇ τρεπομένῃ πεφυκότα μέρη καὶ κινήματα τοῦ σώματος ἐπισκοπεῖν.
ὡς οὖν τῶν μὲν ἄλλων εἰσιόντων ὁμοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθʼ ἑαυτὴν καὶ μετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα, φωνῆς ἐπίσχεσις, ἐρύθημα πυρῶδες, ὄψεων ὑπολείψεις,
ἐπὶ τούτοις προσλογιζόμενον τὸν Ἐρασίστρατον κατὰ τὸ εἰκὸς ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιωπᾶν μέχρι θανάτου, χαλεπὸν μὲν ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν, οὐ μὴν ἀλλὰ πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρακινδυνεῦσαί ποτε, καὶ εἰπεῖν ὡς ἔρως μὲν εἴη τοῦ νεανίσκου τὸ πάθος, ἔρως δὲ ἀδύνατος καὶ ἀνίατος.
ἐκπλαγέντος δὲ ἐκείνου καὶ πυθομένου πῶς ἀνίατος, ὅτι νὴ Δία, φάναι τὸν Ἐρασίστρατον, ἐρᾷ τῆς ἐμῆς γυναικός. εἶτα οὐκ ἄν, εἰπεῖν τὸν Σέλευκον, ἐπιδοίης, Ἐρασίστρατε, τῷ ἐμῷ παιδὶ φίλος ὢν τὸν γάμον, καὶ ταῦτα ὁρῶν ἡμᾶς ἐπὶ τούτῳ μόνῳ σαλεύοντας; οὐδὲ γὰρ ἂν σύ, φάναι, τοῦτο πατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίοχος ἐπεθύμησε.