Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀλλὰ μὴν Δημητρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶ μέγεθος ἡ μέθοδος εἶχεν, ἅμα τῷ περιττῷ καὶ φιλοτέχνῳ τῶν ἔργων ὕψος τι διανοίας καὶ φρονήματος συνεκφερόντων, ὥστε μὴ μόνον γνώμης καὶ περιουσίας, ἀλλὰ καὶ χειρὸς ἄξια φαίνεσθαι βασιλικῆς. μεγέθει μὲν γὰρ ἐξέπληττε καὶ τοὺς φίλους, κάλλει δὲ καὶ τοὺς πολεμίους ἔτερπε. τοῦτο δὲ ἔτι μᾶλλον ἀληθῶς ἢ κομψῶς

48
εἴρηται.

καὶ τὰς μὲν ἑκκαιδεκήρεις αὐτοῦ καὶ τὰς πεντεκαιδεκήρεις ἐθαύμαζον ἑστῶτες οἱ πολέμιοι παρὰ τὴν γῆν αὐτῶν πλεούσας, αἱ δʼ ἑλεπόλεις ὡς θέαμα τοῖς πολιορκουμένοις ἦσαν, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Λυσίμαχος μὲν γάρ, ἔχθιστος ὢν Δημητρίῳ τῶν βασιλέων καὶ πολιορκοῦντι Σόλους τοὺς Κιλικίους ἀντιτεταγμένος, ἔπεμψε παρακαλῶν ἐπιδεῖξαι τὰς μηχανὰς αὐτῷ καὶ τὰς ναῦς πλεούσας· ἐπιδείξαντος δὲ θαυμάσας ἀπῆλθε.

Ῥόδιοι δὲ πολὺν χρόνον ὑπʼ αὐτοῦ πολιορκηθέντες, ἐπεὶ κατελύσαντο τὸν πόλεμον, ᾐτήσαντο τῶν μηχανῶν ἐνίας, ὅπως ὑπόμνημα τῆς ἐκείνου δυνάμεως ἅμα καὶ τῆς αὑτῶν ἀνδραγαθίας ἔχωσιν.

ἐπολέμησε δὲ Ῥοδίοις Πτολεμαίου συμμάχοις οὖσι, καὶ τὴν μεγίστην ἑλέπολιν τοῖς τείχεσι προσήγαγεν, ἧς ἕδρα μὲν ἦν τετράγωνος, ἑκάστην ἔχουσα τοῦ κάτω πλαισίου πλευρὰν ὀκτὼ καὶ τεσσαράκοντα πηχῶν, ἓξ δὲ καὶ ἑξήκοντα πηχῶν ὕψος εἶχεν, εἰς κορυφὴν συννεύουσα ταῖς ἄνω πλευραῖς στενωτέραν τῆς βάσεως.

ἔνδοθεν μὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις πολλαῖς, τὸ δὲ πρὸς τοὺς πολεμίους αὐτῆς μέτωπον ἀνέῳκτο καθʼ ἑκάστην στέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτε βέλη παντοδαπά· μεστὴ γὰρ ἦν ἀνδρῶν μαχομένων πᾶσαν ἰδέαν μάχης. καὶ τὸ μὴ κραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐν ταῖς κινήσεσιν, ἀλλʼ ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσάλευτον, ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχωροῦν, θάμβος ἅμα τῇ ψυχῇ καὶ χάριν τινα τῇ ὄψει τῶν θεωμένων παρεῖχε.