Demetrius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
τῆς δὲ περὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσης τοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κεραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν, εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυλὴν ἐποίησεν. ὀλίγῳ δʼ ὕστερον τῶν τὰ ναυάγια κομιζόντων ἀπὸ τῆς μάχης παραγενομένων καὶ τοῦ δήμου πρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταμῶς ὑποστὰς τὸν θόρυβον, εἶτα, ἔφη, τί πεπόνθατε δεινόν, εἰ δύο ἡμέρας ἡδέως γεγόνατε; τοιαύτη μὲν ἡ τοῦ Στρατοκλέους θρασύτης.
ἦν δὲ ἄρα καὶ πυρὸς ἕτερα θερμότερα κατὰ τὸν Ἀριστοφάνη. γράφει γάρ τις ἄλλος ὑπερβαλλόμενος ἀνελευθερίᾳ τὸν Στρατοκλέα, δέχεσθαι Δημήτριον, ὁσάκις ἂν ἀφίκηται, τοῖς Δήμητρος καὶ Διονύσου ξενισμοῖς, τῷ δʼ ὑπερβαλλομένῳ λαμπρότητι καὶ πολυτελείᾳ τὴν ὑποδοχὴν ἀργύριον εἰς ἀνάθημα δημοσίᾳ δίδοσθαι.