Demetrius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν ὑπολαβόντες οὐχ ἥκιστά μοι δοκοῦσι τὴν περὶ τὰς κρίσεις αὐτῶν κατανοῆσαι δύναμιν, ᾗ τῶν ἐναντίων ὁμοίως ἐν ἑκατέρῳ[*](ἐν ἑκατέρῳ Coraës and Bekker, after Reiske: ἑκατέρῳ. ) γένει πεφύκαμεν ἀντιλαμβάνεσθαι. τοῦτο γὰρ αὐταῖς κοινόν ἐστι· τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινομένων ἀναφορᾷ διαλλάττουσιν.
ἡ μὲν γὰρ αἴσθησις οὐδέν τι μᾶλλον ἐπὶ λευκῶν ἢ μελάνων διαγνώσει γέγονεν, οὐδὲ γλυκέων ἢ πικρῶν, οὐδὲ μαλακῶν καὶ εἰκόντων ἢ σκληρῶν καὶ ἀντιτύπων, ἀλλʼ ἔργον αὐτῆς ἑκάστοις ἐντυγχάνουσαν ὑπὸ πάντων τε κινεῖσθαι καὶ κινουμένην πρὸς τὸ φρονοῦν ἀναφέρειν ὡς πέπονθεν. αἱ δὲ τέχναι μετὰ λόγου συνεστῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τινός, φυγὴν δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ μὲν ἀφʼ αὑτῶν προηγουμένως, τὰ δὲ ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συμβεβηκὸς ἐπιθεωροῦσι·