Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπαινούντων δέ τινων Θεοφάνην τὸν Λέσβιον, ὃς ἦν ἐν τῷ στρατοπέδῳ τεκτόνων ἔπαρχος, ὡς εὖ παραμυθήσαιτο Ῥοδίους τὸν στόλον ἀποβαλόντας, ἡλίκον, εἶπεν, ἀγαθόν ἐστι τὸ Γραικὸν ἔχειν ἔπαρχον Καίσαρος δὲ κατορθοῦντος τὰ πλεῖστα καὶ τρόπον τινὰ πολιορκοῦντος αὐτούς, Λέντλῳ μὲν εἰπόντι πυνθάνεσθαι

p.180
στυγνοὺς εἶναι τοὺς Καίσαρος φίλους, ἀπεκρίνατο λέγεις αὐτοὺς δυσνοεῖν Καίσαρι.

Μαρκίου δέ τινος ἥκοντος ἐξ Ἰταλίας νεωστὶ καὶ λέγοντος ἐν Ῥώμῃ φήμην ἐπικρατεῖν ὡς πολιορκοῖτο Πομπήιος, εἶτʼ ἐξέπλευσας, εἶπεν, ἵνα τοῦτο πιστεύσῃς αὐτός θεασάμενος; μετὰ δὲ τὴν ἧτταν Νοννίου μὲν εἰπόντος ὅτι δεῖ χρηστὰς ἐλπίδας ἔχειν, ἑπτὰ γὰρ ἀετοὺς ἐν τῷ στρατοπέδῳ τοῦ Πομπηίου λελεῖφθαι, καλῶς ἄν, ἔφη, παρῄνεις, εἰ κολοιοῖς ἐπολεμοῦμεν.

Λαβιηνοῦ δὲ μαντείαις τισὶν ἰσχυριζομένου καὶ λέγοντος ὡς δεῖ περιγενέσθαι Πομπήιον, οὐκοῦν, ἔφη, στρατηγήματι τούτῳ χρώμενοι νῦν ἀποβεβλήκαμεν τὸ στρατόπεδον.

ἀλλὰ γὰρ γενομένης τῆς κατὰ Φάρσαλον μάχης, ἧς οὐ μετέσχε διʼ ἀρρωστίαν, καὶ Πομπηίου φυγόντος, ὁ μὲν Κάτων καὶ στράτευμα συχνὸν ἐν Δυρραχίῳ καὶ στόλον ἔχων μέγαν ἐκεῖνον ἠξίου στρατηγεῖν κατὰ νόμον καὶ τὸ τῆς ὑπατείας ἀξίωμα προὔχοντα, διωθούμενος δὲ τὴν ἀρχὴν ὁ Κικέρων καὶ ὅλως φεύγων τὸ συστρατεύεσθαι παρʼ οὐδὲν ἦλθεν ἀναιρεθῆναι,

Πομπηίου τοῦ νέου καὶ τῶν φίλων προδότην ἀποκαλούντων καὶ τὰ ξίφη σπασαμένων, εἰ μὴ Κάτων ἐνστὰς μόλις ἀφείλετο καὶ διῆκεν αὐτὸν ἐκ τοῦ στρατοπέδου, κατασχὼν δʼ εἷς Βρεντέσιον ἐνταῦθα διέτριβε, Καίσαρα περιμένων βραδύνοντα διὰ τὰς ἐν Ἀσίᾳ καὶ περὶ Αἴγυπτον ἀσχολίας.

ἐπεὶ δʼ εἷς Τάραντα καθωρμισμένος

p.182
ἀπηγγέλλετο καὶ πεζῇ παριϊὼν ἐκεῖθεν εἷς Βρεντέσιον, ὥρμησε πρὸς αὐτόν, οὐ πάνυ μὲν ὢν δύσελπις, αἰδούμενος δὲ πολλῶν παρόντων ἀνδρὸς ἐχθροῦ καὶ κρατοῦντος λαμβάνειν πεῖραν. οὐ μὴν ἐδέησεν αὐτῷ πρᾶξαί τι παρʼ ἀξίαν ἢ εἰπεῖν.