Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐκ τούτου Κλεομένης μέγα φρονῶν ἤδη, καὶ πεπεισμένος ἂν ὡς βούλεται τοῖς πράγμασι χρώμενος πολεμῇ πρὸς τοὺς Ἀχαιούς, ῥᾳδίως ἐπικρατήσειν, ἐδίδασκε τὸν τῆς; μητρὸς ἄνδρα Μεγιστόνουν ὡς χρὴ τῶν ἐφόρων ἀπαλλαγέντας εἰς μέσον θεῖναι τὰ κτήματα τοῖς πολίταις καὶ τὴν Σπάρτην ἴσην γενομένην ἐγείρειν καὶ προάγειν ἐπὶ τὴν τῆς Ἑλλάδος ἡγεμονίαν. πεισθέντος δʼ ἐκείνου δύο τῶν ἄλλων φίλων ἢ τρεῖς προσέλαβε.

p.64

συνέβη δὲ περὶ τὰς ἡμέρας ἐκείνας καὶ τῶν ἐφόρων ἕνα κοιμώμενον ἐν Πασιφάας ὄναρ ἰδεῖν θαυμαστόν· ἐδόκει γάρ ἐν ᾧ τόπῳ τοῖς ἐφόροις ἔθος ἐστὶ καθεζομένοις χρηματίζειν ἕνα δίφρον κεῖσθαι, τοὺς δὲ τέτταρας ἀνῃρῆσθαι, καὶ θαυμάζοντος αὐτοῦ φωνὴν ἐκ τοῦ ἱεροῦ γενέσθαι φράζουσαν ὡς τοῦτο τῇ Σπάρτῃ λῷόν ἐστι.