Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

οἱ δὲ ἀνῃρηκότες πρότερον τὸν Ἆγιν αἰσθόμενοι τοῦτο, καὶ φοβηθέντες μὴ δίκην δῶσι τοῦ Ἀρχιδάμου κατελθόντος, ἐδέξαντο μὲν αὐτὸν εἰς τὴν πόλιν παραγενόμενον κρύφα καὶ συγκατῆγον, εὐθὺς δὲ ἀπέκτειναν, εἴτε ἄκοντος τοῦ Κλεομένους, ὡς οἴεται Φύλαρχος, εἴτε πεισθέντος ὑπὸ τῶν φίλων καὶ προεμένου τὸν ἄνθρωπον αὐτοῖς. τῆς γὰρ αἰτίας τὸ πλεῖστον ἐπʼ ἐκείνους ἦλθε βεβιάσθαι τὸν Κλεομένη δοκοῦντας.

οὐ μὴν ἀλλὰ κινεῖν εὐθὺς ἐγνωκὼς τὰ κατὰ τὴν πόλιν, ἔπεισε τοὺς ἐφόρους χρήμασιν ὅπως αὐτῷ ψηφίσωνται στρατείαν. ἐθεράπευσε δὲ καὶ τῶν ἄλλων συχνοὺς διὰ τῆς μητρὸς Κρατησικλείας ἀφειδῶς συγχορηγούσης καὶ συμφιλοτιμουμένης, ἥ γε καὶ γάμου μὴ δεομένη λέγεται διὰ τὸν υἱὸν ἄνδρα λαβεῖν πρωτεύοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν.

ἐξαγαγὼν δὲ τὴν στρατείαν καταλαμβάνει τῆς Μεγαλοπολίτιδος χωρίον Λεῦκτρα· καὶ γενομένης πρὸς αὑτὸν ὀξείας τῶν

p.62
Ἀχαιῶν βοηθείας Ἀράτου στρατηγοῦντος, ὑπὸ τὴν πόλιν αὐτὴν παραταξάμενος ἡττήθη μέρει τινὶ τοῦ στρατεύματος, ἐπεὶ δὲ χαράδραν τινὰ βαθεῖαν οὐκ εἴασε διαβῆναι τοὺς Ἀχαιοὺς ὁ Ἄρατος,

ἀλλʼ ἐπέστησε τὴν δίωξιν, ἀγανακτῶν δὲ Λυδιάδας ὁ Μεγαλοπολίτης συνεξώρμησε τοὺς περὶ αὑτὸν ἱππεῖς καὶ διώκων εἰς χωρίον ἀμπέλων καὶ τάφρων καὶ τειχῶν μεστὸν ἐνσείσας καὶ διασπασθεὶς περὶ ταῦτα κακῶς ἀπήλλαττε, κατιδὼν ὁ Κλεομένης ἀνῆκε τοὺς Ταραντίνους καὶ τοὺς Κρῆτας ἐπʼ αὐτόν, ὑφʼ ὧν ὁ Λυδιάδας ἀμυνόμενος εὐρώστως ἔπεσε, πρὸς τοῦτο θαρρήσαντες οἱ Λακεδαιμόνιοι μετὰ βοῆς ἐνέβαλον τοῖς Ἀχαιοῖς, καὶ τροπὴν ὅλου τοῦ στρατεύματος ἐποίησαν.

ἀποθανόντων δὲ συχνῶν τοὺς μὲν ἄλλους ὑποσπόνδους ὁ Κλεομένης ἀπέδωκε, τὸν δὲ Λυδιάδαν νεκρὸν ἀχθῆναι πρὸς αὑτὸν κελεύσας, κοσμήσας πορφυρίδι καὶ στέφανον ἐπιθεὶς, πρὸς τὰς πύλας τῶν Μεγαλοπολιτῶν ἀπέστειλεν. οὗτος ἦν Λυδιάδας ὁ καταθέμενος τὴν τυραννίδα καὶ τοῖς πολίταις ἀποδοὺς τὴν ἐλευθερίαν καὶ τὴν πόλιν προσκομίσας Ἀχαιοῖς.

ἐκ τούτου Κλεομένης μέγα φρονῶν ἤδη, καὶ πεπεισμένος ἂν ὡς βούλεται τοῖς πράγμασι χρώμενος πολεμῇ πρὸς τοὺς Ἀχαιούς, ῥᾳδίως ἐπικρατήσειν, ἐδίδασκε τὸν τῆς; μητρὸς ἄνδρα Μεγιστόνουν ὡς χρὴ τῶν ἐφόρων ἀπαλλαγέντας εἰς μέσον θεῖναι τὰ κτήματα τοῖς πολίταις καὶ τὴν Σπάρτην ἴσην γενομένην ἐγείρειν καὶ προάγειν ἐπὶ τὴν τῆς Ἑλλάδος ἡγεμονίαν. πεισθέντος δʼ ἐκείνου δύο τῶν ἄλλων φίλων ἢ τρεῖς προσέλαβε.

p.64