Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

φοβηθεὶς τὴν τόλμαν ὁ Ἄρατος οὐκ εἴασε διακινδυνεῦσαι τὸν στρατηγόν, ἀλλʼ ἀπῆλθε λοιδορούμενος μὲν ὑπὸ τῶν Ἀχαιῶν, χλευαζόμενος δὲ καὶ καταφρονούμενος ὑπὸ τῶν Λακεδαιμονίων, οὐδὲ πεντακισχιλίων τὸ πλῆθος ὄντων, μέγας οὖν τῷ φρονήματι γεγονὼς ὁ Κλεομένης ἐθρασύνετο πρὸς τοὺς πολίτας, καὶ τῶν παλαιῶν τινος αὐτοὺς ἀνεμίμνῃσκε βασιλέων εἰπόντος οὐ μάτην ὅτι[*](εἰπόντος οὐ μάτην ὅτιSintenis (com.) and Blass, after Stephanus: εἰπόντος ὅτι μάτην (MSS.).) Λακεδαιμόνιοι πυνθάνονται περὶ τῶν πολεμίων, οὐ πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσιν.

ἐπεὶ δὲ τοῖς Ἠλείοις πολεμουμένοις ὑπὸ τῶν Ἀχαιῶν βοηθήσας, καὶ περὶ τὸ Λύκαιον ἀπιοῦσιν ἤδη τοῖς Ἀχαιοῖς ἐπιβαλών, ἅπαν μὲν

paris.1624.807
ἐτρέψατο καὶ διεπτόησεν αὐτῶν τὸ στράτευμα, συχνοὺς δὲ ἀνεῖλε καὶ ζῶντας ἔλαβεν, ὥστε καὶ περὶ Ἀράτου φήμην ἐκπεσεῖν εἰς τοὺς Ἕλληνας ὡς τεθνηκότος, ὁ μὲν Ἄρατος ἄριστα τῷ καιρῷ χρησάμενος ἐκ τῆς τροπῆς ἐκείνης εὐθὺς ἐπὶ
p.60
Μαντίνειαν ἦλθε καὶ μηδενὸς ἂν προσδοκήσαντος εἷλε τὴν πόλιν καὶ κατέσχε,

τῶν δὲ Λακεδαιμονίων παντάπασι ταῖς γνώμαις ἀναπεσόντων καὶ τῷ Κλεομένει πρὸς τὰς στρατείας ἐνισταμένων, ὥρμησε μεταπέμπεσθαι τὸν Ἄγιδος ἀδελφὸν Ἀρχίδαμον ἐκ Μεσσήνης, ᾧ βασιλεύειν ἀπὸ τῆς ἑτέρας οἰκίας ἦν προσῆκον, οἰόμενος ἀμβλυτέραν τὴν τῶν ἐφόρων ἀρχὴν ἔσεσθαι τῆς βασιλείας ἰσορρόπου καὶ ὁλοκλήρου γενομένης.