Agis and Cleomenes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
ὀλίγῳ δὲ ὕστερον ἵππον ἑαυτῇ παρασκευάσασα καὶ χρυσίδιον οὐ πολὺ νυκτὸς ἀπέδρα, καὶ διώξασα συντόνως ἐπὶ Ταίναρον, ἐκεῖθεν ἐπέβη νεὼς εἰς Αἴγυπτον πλεούσης· καὶ διεκομίσθη πρὸς τόν ἄνδρα καὶ συνδιήνεγκεν αὐτῷ τόν ἐπὶ ξένης βίον ἀλύπως καὶ ἱλαρῶς. αὕτη τότε τὴν Κρατησίκλειαν ὑπὸ τῶν στρατιωτῶν ἐξαγομένην ἐχειραγώγει, τόν τε πέπλον αὐτῆς ὑπολαμβάνουσα, καὶ θαρρεῖν παρακαλοῦσα μηδέν τι μηδʼ αὐτὴν ἐκπεπληγμένην τόν θάνατον, ἀλλʼ ἓν μόνον αἰτουμένην, πρὸ τῶν παιδίων ἀποθανεῖν.
ἐπεὶ δὲ ἦλθον εἰς τόν τόπον ἐν ᾧ ταῦτα δρᾶν εἰώθεσαν οἱ ὑπηρέται, πρῶτον μὲν τὰ παιδία, τῆς Κρατησικλείας ὁρώσης, ἔσφαττον, εἶτα ἐκείνην, ἓν τοῦτο μόνον ἐπὶ τηλικούτοις φθεγξαμένην πάθεσιν, ὦ τέκνα, ποῖ ἐμόλετε; ἡ δὲ Παντέως γυνὴ, περιζωσαμένη τὸ ἱμάτιον, εὔρωστος οὖσα καὶ μεγάλη τῶν ἀποθνῃσκουσῶν ἑκάστην σιωπῇ καὶ μεθʼ ἡσυχίας ἐθεράπευε καὶ περιέστελλεν ἐκ τῶν ἐνδεχομένων.
τέλος δὲ μετὰ πάσας ἑαυτὴν κοσμήσασα, καὶ καταγαγοῦσα τὴν περιβολήν, καὶ μηδένα προσελθεῖν ἐάσασα μηδὲ ἰδεῖν ἄλλον ἢ τόν ἐπὶ τῆς σφαγῆς τεταγμένον, ἡρωικῶς κατέστρεψεν, οὐδενὸς δεηθεῖσα κοσμοῦντος καὶ περικαλύπτοντος μετὰ τὴν τελευτήν. οὕτω παρέμεινε τῷ θανάτῳ τὸ κόσμιον τῆς ψυχῆς, καὶ διεφύλαξεν ἣν ζῶσα φρουρὰν τῷ σώματι περιέθηκεν.