Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

τοιούτων δὲ τῶν κατʼ αὐτὸν ὄντων πραγμάτων ἀφικνεῖται Νικαγόρας ὁ Μεσσήνιος εἰς Ἀλεξάνδρειαν, ἀνὴρ μισῶν μὲν τὸν Κλεομένη, προσποιούμενος δὲ φίλος εἶναι· χωρίον δέ ποτε καλὸν αὐτῷ πεπρακώς καὶ διʼ ἀσχολίαν, ὡς ἔοικε, διὰ πολέμους οὐκ ἀπειληφὼς τὸ ἀργύριον. τοῦτον οὖν ἐκβαίνοντα τότε τῆς ὁλκάδος ἰδὼν ὁ Κλεομένης ἔτυχε γὰρ ἐν τῇ κρηπῖδι τοῦ λιμένος περιπατῶν ἠσπάζετο προθύμως καὶ τίς αὐτὸν εἰς Αἴγυπτον ἄγοι πρόφασις ἠρώτα.

τοῦ δὲ Νικαγόρου φιλοφρόνως ἀντασπαζομένου καὶ φήσαντος ἵππους ἄγειν τῷ βασιλεῖ καλοὺς τῶν πολεμιστηρίων, γελάσας ὁ Κλεομένης, ἐβουλόμην ἄν, ἔφη, σε μᾶλλον ἥκειν ἄγοντα σαμβυκιστρίας καὶ κιναίδους· ταῦτα γὰρ νῦν μάλιστα κατεπείγει τὸν βασιλέα. καὶ ὁ Νικαγόρας τότε μὲν ἐμειδίασεν ἡμέραις δὲ ὕστερον ὀλίγαις ὑπομνήσας τοῦ χωρίου τὸν Κλεομένην νῦν γοῦν ἐδεῖτο τὴν τιμὴν ἀπολαβεῖν, ὡς οὐκ ἂν ἐνοχλήσας,

p.130
εἰ μὴ περὶ τὴν τῶν φορτίων διάθεσιν μετρίως[*](μετρίως Bekker and Blass correct to οὐ μετρίως, after Reiske.) ἐζημιοῦτο.

τοῦ δὲ Κλεομένους φήσαντος οὐδὲν αὐτῷ περιεῖναι τῶν δεδομένων, λυπηθεὶς ὁ Νικαγόρας ἐκφέρει τῷ Σωσιβίῳ τὸ σκῶμμα τοῦ Κλεομένους, ὁ δὲ καὶ τοῦτο μὲν ἀσμένως ἔλαβεν, ἐκ δὲ μείζονος αἰτίας τὸν βασιλέα παροξῦναι ζητῶν ἔπεισε τὸν Νικαγόραν ἐπιστολὴν γράψαντα κατὰ τοῦ Κλεομένους ἀπολιπεῖν, ὡς ἐγνωκότος, εἰ λάβοι τριήρεις καὶ στρατιώτας παρʼ αὐτοῦ, Κυρήνην κατασχεῖν.

ὁ μὲν οὖν Νικαγόρας ταῦτα γράψας ἀπέπλευσε· τοῦ δὲ Σωσιβίου μετὰ τέσσαρας ἡμέρας τὴν ἐπιστολὴν πρὸς τὸν Πτολεμαῖον ἀνενεγκόντος ὡς ἀρτίως αὐτῷ δεδομένην καὶ παροξύναντος τὸ μειράκιον, ἔδοξεν εἰς οἰκίαν μεγάλην εἰσαγαγεῖν τὸν Κλεομένην, καὶ τὴν ἄλλην ὁμοίως παρέχοντας δίαιταν ἐξόδων εἴργειν.