Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

Κλεομένης δὲ πλέων ἀπὸ Κυθήρων εἰς νῆσον ἑτέραν, Αἰγιαλίαν, κατέσχεν. ὅθεν εἰς Κυρήνην περαιοῦσθαι μέλλοντος αὐτοῦ, τῶν φίλων εἷς ὄνομα Θηρυκίων, ἀνὴρ πρός τε τὰς πράξεις φρονήματι κεχρημένος μεγάλῳ καὶ τοῖς λόγοις γεγονώς τις ὑψηλὸς ἀεὶ καὶ μεγάλαυχος, ἐντυχὼν αὐτῷ κατʼ ἰδίαν, τὸν μὲν κάλλιστον, εἶπεν, ὦ βασιλεῦ, θάνατον τὸν ἐν τῇ μάχῃ προηκάμεθα.

καίτοι πάντες ἤκουσαν ἡμῶν λεγόντων ὡς οὐχ ὑπερβήσεται τὸν βασιλέα τῶν Σπαρτιατῶν Ἀντίγονος εἰ μὴ νεκρόν. ὁ δὲ δεύτερος δόξῃ καὶ ἀρετῇ νῦν ἔτι πάρεστιν ἡμῖν. ποῖ πλέομεν ἀλογίστως,

p.120
ἀποφεύγοντες ἐγγὺς ὂν κακὸν καὶ μακρὰν διώκοντες; εἰ γὰρ οὐκ αἰσχρόν ἐστι δουλεύειν τοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου τοὺς ἀφʼ Ἡρακλέους, πλοῦν πολὺν κερδανοῦμεν Ἀντιγόνῳ παραδόντες ἑαυτούς, ὃν εἰκός ἐστι Πτολεμαίου διαφέρειν ὅσον Αἰγυπτίων Μακεδόνας,

εἰ δὲ ὑφʼ ὧν κεκρατήμεθα τοῖς ὅπλοις οὐκ ἀξιοῦμεν ἄρχεσθαι, τί τὸν μὴ νενικηκότα δεσπότην ποιοῦμεν αὑτῶν, ἵνα ἀνθʼ ἑνὸς δυεῖν κακίους φανῶμεν, Ἀντίγονον μὲν φεύγοντες, Πτολεμαῖον δὲ κολακεύοντες; ἢ διὰ τὴν μητέρα φήσομεν εἰς Αἴγυπτον ἥκειν; καλὸν μεντἂν αὐτῇ θέαμα γένοιο καὶ ζηλωτόν ἐπιδεικνυμένῃ ταῖς Πτολεμαίου γυναιξὶν αἰχμάλωτον ἐκ βασιλέως καὶ φυγάδα τὸν υἱόν.