Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ τῶν ἄλλων σχεδὸν ἁπάντων αὐτῷ προσγεγονότων ἀπελείποντο Λακεδαιμόνιοι καὶ Ἠλεῖοι καὶ ὅσοι Λακεδαιμονίοις Ἀρκάδων προσεῖχον, ἅμα τῷ τὸν Λεωνίδαν ἀποθανεῖν παρηνώχλει τοῖς Ἀρκάσι καὶ περιέκοπτεν αὐτῶν μάλιστα τοὺς τοῖς Ἀχαιοῖς ὁμοροῦντας, ἀποπειρώμενος τῶν Λακεδαιμονίων, καὶ τοῦ Κλεομένους ὡς νέου καὶ ἀπείρου καταφρονῶν.

ἐκ τούτου Κλεομένη πρῶτον οἱ ἔφοροι πέμπουσι καταληψόμενον τὸ περὶ τὴν Βέλβιναν Ἀθήναιον, ἐμβολὴ δὲ τῆς Λακωνικῆς τὸ χωρίον ἐστί, καὶ τότε πρὸς τοὺς Μεγαλοπολίτας ἦν ἐπίδικον. καταλαβόντος δὲ τοῦτο καὶ τειχίσαντος τοῦ Κλεομένους ὁ Ἄρατος οὐθὲν ἐγκαλέσας, ἀλλὰ νυκτὸς ἐκστρατεύσας ἐπεχείρησε Τεγεάταις καὶ Ὀρχομενίοις.

τῶν δὲ προδοτῶν ἀποδειλιασάντων ὁ μὲν Ἄρατος ἀνεχώρησε λεληθέναι νομίζων, ὁ δὲ Κλεομένης εἰρωνείᾳ χρώμενος ἔγραψε πρὸς αὐτόν, ὡς δὴ παρὰ φίλου πυνθανόμενος ποῦ τῆς νυκτὸς ἐξέλθοι. τοῦ δὲ ἀντιγράψαντος ὡς ἐκεῖνον Βέλβιναν μέλλειν τειχίζειν ἀκούσας καταβαίη τοῦτο κωλύσων, πάλιν ὁ Κλεομένης ἀποστείλας τοῦτο μὲν οὕτως ἔχειν ἔφη πεπεῖσθαι· τοὺς δὲ φανοὺς καὶ τὰς κλίμακας, εἶπεν, εἰ μή τί σοι διαφέρει, γράψον ἡμῖν, ἐπὶ τί σοι παρηκολούθουν.