Agis and Cleomenes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
Τριτύμαλλον δὲ πάλιν τόν Μεσσήνιον ἀπέστειλε πρὸς αὐτόν, ἀξιῶν ὑπὸ τῶν Ἀχαιῶν καὶ τῶν Λακεδαιμονίων ὁμοῦ φυλάττεσθαι τόν Ἀκροκόρινθον, ἰδίᾳ δὲ τῷ Ἀράτῳ διπλῆν ἐπαγγελλόμενος τήν σύνταξιν ἧς ἐλάμβανε παρὰ Πτολεμαίου τοῦ βασιλέως, ἐπεὶ δὲ ὁ Ἄρατος οὐχ ὑπήκουσεν, ἀλλὰ τόν τε υἱὸν ἔπεμψε πρὸς τόν Ἀντίγονον μετὰ τῶν ἄλλων ὁμήρων καὶ ψηφίσασθαι τοὺς Ἀχαιοὺς ἔπεισεν Ἀντιγόνῳ παραδιδόναι τόν Ἀκροκόρινθον, οὕτως ὁ Κλεομένης τήν τε Σικυωνίαν ἐμβαλὼν ἐπόρθησε, καὶ τὰ χρήματα τοῦ Ἀράτου, τῶν Κορινθίων αὐτῷ ψηφισαμένων, δωρεὰν ἔλαβε.
τοῦ δὲ Ἀντιγόνου μετὰ πολλῆς δυνάμεως τὴν Γεράνειαν ὑπερβάλλοντος οὐκ ᾤετο δεῖν τὸν Ἰσθμόν, ἀλλὰ τὰ Ὄνεια χαρακώσας καί τειχίσας φυλάττειν, καί τοπομαχῶν ἀποτρίβεσθαι τοὺς Μακεδόνας μᾶλλον ἢ συμπλέκεσθαι πρὸς φάλαγγα συνησκημένην. καί τούτοις χρώμενος τοῖς λογισμοῖς εἰς ἀπορίαν καθίστη τὸν Ἀντίγονον.
οὔτε γὰρ σῖτον εἶχεν ἐκ παρασκευῆς ἱκανόν, οὔτε βιάσασθαι τὴν πάροδον, καθημένου τοῦ Κλεομένους, ἦν ῥᾴδιον ἐπιχειρήσας δὲ παραδύεσθαι διὰ τοῦ Λεχαίου νυκτός ἐξέπεσε καί τινας ἀπέβαλε τῶν στρατιωτῶν, ὥστε παντάπασι θαρρῆσαι τὸν Κλεομένη καί τοὺς περὶ αὐτὸν ἐπηρμένους τῇ
ἐβουλεύετο γὰρ ἐπὶ