Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

αἰσθόμενος δὲ τοὺς Ἀχαιοὺς καὶ τὸν Ἄρατον, ὡς ἐπισφαλῶς αὐτῷ τῶν πραγμάτων ἐχόντων διὰ τὸν νεωτερισμόν, οὐκ ἂν οἰομένους προελθεῖν ἔξω τῆς Λακεδαίμονος οὐδὲ ἀπολιπεῖν μετέωρον ἐν κινήματι τηλικούτῳ τὴν πόλιν, οὐκ ἀγεννὲς οὐδὲ ἄχρηστον ἡγήσατο τὴν προθυμίαν τοῦ στρατεύματος ἐπιδεῖξαι τοῖς πολεμίοις.

ἐμβαλὼν οὖν εἰς τὴν Μεγαλοπολιτικήν ὠφελείας τε μεγάλας ἤθροισε καὶ φθορὰν πολλὴν ἀπειργάσατο τῆς χώρας, τέλος δὲ τοὺς περὶ τὸν Διόνυσον

paris.1624.810
τεχνίτας ἐκ Μεσσήνης διαπορευομένους λαβών, καὶ πηξάμενος θέατρον ἐν τῇ πολεμίᾳ, καὶ προθεὶς ἀπὸ τετταράκοντα μνῶν ἀγῶνα, μίαν ἡμέραν ἐθεᾶτο καθήμενος, οὐ δεόμενος θέας, ἀλλʼ οἷον ἐντρυφῶν τοῖς πολεμίοις καὶ περιουσίαν τινὰ τοῦ κρατεῖν πολὺ τῷ καταφρονεῖν ἐπιδεικνύμενος.

ἐπεὶ ἄλλως γε τῶν Ἑλληνικῶν καὶ βασιλικῶν στρατευμάτων ἐκεῖνο μόνον οὐ μίμους παρακολουθοῦντας εἶχεν, οὐ θαυματοποιούς, οὐκ ὀρχηστρίδας, οὐ ψαλτρίας, ἀλλὰ πάσης ἀκολασίας καὶ βωμολοχίας καὶ πανηγυρισμοῦ καθαρὸν ἦν, τὰ μὲν πολλὰ μελετώντων τῶν νέων καὶ τῶν πρεσβυτέρων διδασκόντων, τὰς δὲ παιδιὰς, ὁπότε σχολάζοιεν, ταῖς συνήθεσιν εὐτραπελίαις καὶ τῷ λέγειν τι χαρίεν καὶ Λακωνικὸν πρὸς ἀλλήλους

p.76
διατιθεμένων, ἣν δὲ ἔχει τὸ τοιοῦτον τῆς παιδιᾶς εἶδος ὠφέλειαν, ἐν τῷ Λυκούργου βίῳ γέγραπται.