Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὁ δʼ οὖν Κλεομένης ἡμέρας γενομένης προέγραψεν ὀγδοήκοντα τῶν πολιτῶν οὓς ἔδει μεταστῆναι, καὶ τοὺς δίφρους ἀνεῖλε τῶν ἐφόρων πλὴν ἑνός, ἐν ᾧ καθήμενος ἔμελλεν αὐτὸς χρηματίζειν. ἐκκλησίαν δέ ποιήσας ἀπελογεῖτο περὶ τῶν πεπραγμένων, ἔφη γὰρ ὑπὸ τοῦ Λυκούργου τοῖς βασιλεῦσι συμμιχθῆναι τοὺς γέροντας, καὶ πολὺν χρόνον οὕτω διοικεῖσθαι τήν πόλιν οὐδὲν ἑτέρας ἀρχῆς δεομένην,

ὕστερον δὲ τοῦ πρὸς Μεσσηνίους πολέμου μακροῦ γενομένου τοὺς βασιλεῖς, διὰ τὰς στρατείας ἀσχόλους ὄντας αὐτούς πρὸς τὸ κρίνειν, αἱρεῖσθαί τινας ἐκ τῶν φίλων καὶ ἀπολείπειν τοῖς πολίταις ἀνθʼ ἑαυτῶν, ἐφόρους

paris.1624.809
προσαγορευθέντας, καὶ διατελεῖν γε τούτους τὸ
p.70
πρῶτον ὑπηρέτας τῶν βασιλέων ὄντας, εἶτα κατὰ μικρὸν εἰς ἑαυτοὺς τήν ἐξουσίαν ἐπιστρέφοντας οὕτως λαθεῖν ἴδιον ἀρχεῖον κατασκευασαμένους.