Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

Ἆγις μὲν Εὐρυπωντίδης καὶ Εὐδαμίδα παῖς, ἕκτος ἀπὸ Ἀγησιλάου τοῦ διαβάντος εἰς τὴν Ἀσίαν καὶ μέγιστον Ἑλλήνων δυνηθέντος· ἦν γὰρ Ἀγησιλάου μὲν Ἀρχίδαμος ὁ περὶ Μανδύριον τῆς Ἰταλίας ὑπὸ Μεσσαπίων ἀποθανών, Ἀρχιδάμου δὲ πρεσβύτερος μὲν υἱὸς Ἆγις, Εὐδαμίδας δὲ νεώτερος, ὅς, Ἄγιδος ὑπὸ Ἀντιπάτρου περὶ Μεγάλην πόλιν ἀναιρεθέντος ἀτέκνου, τὴν βασιλείαν ἔσχε, τούτου δὲ Ἀρχίδαμος, Ἀρχιδάμου δὲ ἕτερος Εὐδαμίδας, Εὐδαμίδα δὲ Ἆγις, περὶ οὗ τάδε γέγραπται·