Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

τὸ δὲ ἄγαν πανταχοῦ μὲν ἐπισφαλές, ἐν δὲ ταῖς πολιτικαῖς φιλοτιμίαις ὀλέθριον ἐκφέρει γὰρ εἰς μανίαν καὶ παραφροσύνην ὕπαιθρον ἐξουσίας μεγάλης ἐπιλαβομένους, ὅταν μὴ τὸ καλὸν ἔνδοξον εἶναι θέλωσιν, ἀλλʼ ἀγαθὸν ἡγῶνται τὸ ἔνδοξον εἶναι. ὅπερ[*](ὅπερ Blass and Ziegler (with Sg p.m.): ὥσπερ. ) οὖν Φωκίων πρὸς Ἀντίπατρον ἀξιοῦντά τι παρʼ αὐτοῦ τῶν μὴ καλῶν οὐ δύνασαι, εἶπεν, ἅμα καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι, τοῦτο λεκτέον ἢ ὅμοιόν τι τούτῳ πρὸς τοὺς πολλούς·

οὐ δύνασθε τὸν αὐτὸν ἔχειν καὶ ἄρχοντα καὶ ἀκόλουθον. ἐπεὶ συμβαίνει γε καὶ οὕτως τὸ τοῦ δράκοντος, οὗ φησιν ὁ μῦθος τὴν οὐρὰν τῇ κεφαλῇ στασιάσασαν ἀξιοῦν ἡγεῖσθαι παρὰ μέρος καὶ μὴ διὰ παντὸς

paris.1624.796
ἀκολουθεῖν ἐκείνῃ, λαβοῦσαν δὲ τὴν ἡγεμονίαν αὐτήν τε κακῶς ἀπαλλάττειν ἀνοίᾳ πορευομένην καὶ τὴν κεφαλὴν καταξαίνειν, τυφλοῖς καὶ κωφοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι.

τοῦτο πολλοὺς τῶν πρὸς χάριν ἅπαντα πεπολιτευμένων ὁρῶμεν πεπονθότας· ἐξαρτήσαντες γὰρ

p.6
αὑτοὺς ὄχλων εἰκῇ φερομένων οὔτʼ ἀναλαβεῖν ὕστερον οὔτʼ ἐπιστῆσαι τὴν ἀταξίαν ἐδυνήθησαν. ταῦτα δὲ ἡμῖν εἰς τὴν παρὰ τῶν πολλῶν δόξαν ἐπῆλθεν εἰπεῖν ἐννοήσασιν ἡλίκην ἔχει δύναμιν ἐκ τῶν Τιβερίῳ καὶ Γαΐῳ τοῖς Γράγχοις συμπεσόντων, οὓς κάλλιστα μὲν φύντας, κάλλιστα δὲ τραφέντας, καλλίστην δὲ τῆς πολιτείας ὑπόθεσιν λαβόντας, ἀπώλεσεν οὐχ οὕτως ἐπιθυμία δόξης ἄμετρος, ὡς φόβος ἀδοξίας ἐκ προφάσεως οὐκ ἀγεννοῦς πεφυκώς.

μεγάλην γὰρ εὔνοιαν προειληφότες παρὰ τῶν πολιτῶν ᾐσχύνθησαν ἐγκαταλιπεῖν ὥσπερ χρέος· ἁμιλλώμενοι δʼ ἀεὶ πολιτεύμασι χρηστοῖς τὰς τιμὰς ὑπερβάλλεσθαι, καὶ τιμώμενοι μᾶλλον ἐξ ὧν ἐπολιτεύοντο κεχαρισμένως, καὶ τοῦτον τὸν τρόπον ἴσῃ φιλοτιμίᾳ πρός τε τὸν δῆμον ἑαυτοὺς καὶ τὸν δῆμον πρὸς ἑαυτοὺς ἐκκαύσαντες, ἔλαθον ἁψάμενοι πραγμάτων ἐν οἷς οὐκέτʼ ἦν τὸ ἐπιμεῖναι καλὸν, αἰσχρὸν δʼ ἤδη τὸ παύσασθαι.