Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἤδη γὰρ ᾔσθηντο πολλοὶ τὴν σύλληψιν, καὶ θόρυβος ἦν ἐπὶ ταῖς θύραις καὶ φῶτα πολλά, καὶ παρῆσαν ἥ τε μήτηρ τοῦ Ἄγιδος καὶ ἡ μάμμη βοῶσαι καὶ δεόμεναι τὸν βασιλέα τῶν Σπαρτιατῶν λόγου καὶ κρίσεως τυχεῖν ἐν τοῖς πολίταις. διὸ καὶ μάλιστα κατήπειξαν τὴν ἀναίρεσιν, ὡς ἐξαρπαγησομένου νυκτὸς ἂν πλείονες ἐπέλθωσιν.

ὁ μὲν οὖν Ἆγις ἐπὶ τὴν στραγγάλην πορευόμενος, ὡς εἶδέ τινα τῶν ὑπηρετῶν

p.46
δακρύοντα καὶ περιπαθοῦντα, παῦσαί με, εἶπεν, ὦ ἄνθρωπε, κλαίων καὶ γὰρ οὕτως παρανόμως καὶ ἀδίκως ἀπολλύμενος κρείττων εἰμὶ τῶν ἀναιρούντων καὶ ταῦτʼ εἰπὼν παρέδωκε τῷ βρόχῳ τόν τράχηλον ἑκουσίως.

ὁ δὲ Ἀμφάρης προελθὼν ἐπὶ τὰς θύρας, καὶ τὴν Ἀγησιστράταν προσπεσοῦσαν αὐτῷ διὰ συνήθειαν καὶ φιλίαν ἀναστήσας, οὐδὲν ἔφη περὶ τόν Ἆγιν ἔσεσθαι βίαιον οὐδὲ ἀνήκεστον ἐκέλευε δὲ κἀκείνην, εἰ βούλοιτο, πρὸς τόν υἱὸν εἰσελθεῖν. ἐκείνης δὲ καὶ τὴν μητέρα μετʼ αὐτῆς παρεῖναι δεομένης οὐδὲν ἔφη κωλύειν ὁ Ἀμφάρης·

καὶ δεξάμενος ἀμφοτέρας, καὶ πάλιν κλεῖσαι τὰς θύρας τοῦ δεσμωτηρίου κελεύσας, προτέραν μὲν τὴν Ἀρχιδαμίαν παρέδωκεν, ἤδη σφόδρα πρεσβῦτιν οὖσαν καὶ καταγεγηρακυῖαν ἐν ἀξιώματι μεγίστῳ τῶν πολιτίδων, ἀποθανούσης δὲ ἐκείνης ἐκέλευσε τὴν Ἀγησιστράταν ἔσω βαδίζειν.

ὡς δὲ εἰσελθοῦσα τόν τε υἱὸν ἐθεάσατο χαμαὶ κείμενον καὶ τὴν μητέρα νεκρὰν ἐκ τοῦ βρόχου κρεμαμένην, ἐκείνην μὲν αὐτὴ τοῖς ὑπηρέταις συγκαθεῖλε καὶ παρεκτείνασα τῷ Ἄγιδι τὸ σῶμα περιέστειλε καὶ κατεκάλυψε· τῷ δὲ υἱῷ προσπεσοῦσα καὶ φιλήσασα τὸ πρόσωπον, ἡ πολλή σε, εἶπεν, ὦ παῖ, εὐλάβεια καὶ τὸ πρᾶον καὶ φιλάνθρωπον ἀπώλεσε μεθʼ ἡμῶν.