Agis and Cleomenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ ὁ Ἆγις τὸν μὲν ἄλλον ἐν τῷ ἱερῷ διέτριβε χρόνον, εἰώθει δὲ καταβαίνειν ὅτε τύχοι πρὸς τὸ λουτρόν, ἐκεῖ συλλαβεῖν αὑτὸν ἔγνωσαν, ὅταν ἔξω τοῦ ἱεροῦ γένηται. καὶ παραφυλάξαντες λελουμένον ἀπήντησαν καὶ ἠσπάσαντο, καὶ συμπροῆγον ἅμα διαλεγόμενοι καὶ παίζοντες ὡς πρὸς συνήθη καὶ νέον.

ἐκτροπὴν δέ τινα τῆς ὁδοῦ πλαγίαν πρὸς τὸ δεσμωτήριον ἐχούσης, ὡς ἐγένοντο κατʼ αὐτὴν βαδίζοντες, ὁ μὲν Ἀμφάρης διὰ τὸ ἄρχειν ἁψάμενος τοῦ Ἄγιδος, ἄγω σε, εἶπεν, ἐπὶ τοὺς ἐφόρους, ὦ Ἆγι, λόγον ὑφέξοντα τῶν πεπολιτευμένων· ὁ δὲ Δαμοχάρης, εὔρωστος ὢν καὶ μέγας, τὸ ἱμάτιον περιβαλὼν περὶ τὸν τράχηλον εἷλκεν.

ἄλλων δὲ ἐπωθούντων ὄπισθεν ἐκ παρασκευῆς, οὐδενὸς βοηθοῦντος, ἀλλʼ ἐρημίας οὔσης, ἐμβάλλουσιν αὑτὸν εἰς τὸ δεσμωτήριον. εὐθὺς δὲ παρῆν ὁ μὲν Λεωνίδας μισθοφόρους ἔχων πολλοὺς, καὶ τὸ οἴκημα περιέσχεν ἔξωθεν, οἱ δὲ ἔφοροι πρὸς τὸν Ἆγιν εἰσῆλθον, καὶ τῶν γερόντων εἰς τὸ οἴκημα μεταπεμψάμενοι τοὺς ταὐτὰ βουλομένους, ὡς δὴ κρίσεως αὐτῷ γινομένης, ἐκέλευον ὑπὲρ τῶν πεπραγμένων ἀπολογεῖσθαι.

γελάσαντος δὲ τοῦ νεανίσκου πρὸς τὴν εἰρωνείαν αὐτῶν, ὁ μὲν Ἀμφάρης οἰμωξόμενον ἐκάλει καὶ δίκην ὑφέξοντα τῆς ἰταμότητος· ἄλλος δὲ τῶν ἐφόρων, οἷον ἐνδιδοὺς

p.44
τῷ Ἄγιδι καὶ δεικνύων ἀποφυγὴν τῆς αἰτίας, ἠρώτησεν εἰ ταῦτα ἔπραξεν ὑπὸ Λυσάνδρου καὶ Ἀγησιλάου βιασθείς.