Agis and Cleomenes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
οὕτω δὴ πεισθέντες ἀμφότεροι καὶ μετὰ τῶν φίλων εἷς ἀγορὰν καταβάντες ἀνέστησαν μὲν ἐκ τῶν δίφρων τοὺς ἐφόρους, ἄλλους δʼ ἀντʼ αὐτῶν ἀπέδειξαν, ὧν εἷς ἦν Ἀγησίλαος, ὁπλίσαντες δὲ τῶν νέων πολλοὺς καὶ λύσαντες τοὺς δεδεμένους ἐγένοντο φοβεροὶ τοῖς ὑπεναντίοις ὡς πολλοὺς ἀποκτενοῦντες.
ἀπέθανε δὲ οὐδεὶς ὑπʼ αὐτῶν, ἀλλὰ καὶ Λεωνίδαν εἷς Τεγέαν ὑπεξιόντα βουληθέντος διαφθεῖραι τοῦ Ἀγησιλάου, καὶ πέμψαντος ἐπʼ αὐτὸν εἷς τὴν ὁδὸν ἄνδρας, πυθόμενος ὁ Ἆγις
p.30
ἑτέρους ἀπέστειλε πιστούς, οἳ τὸν Λεωνίδαν περισχόντες ἀσφαλῶς εἷς Τεγέαν κατέστησαν. οὕτω δὲ τῆς πράξεως αὐτοῖς ὁδῷ βαδιζούσης
paris.1624.801
καὶ μηδενὸς ἐνισταμένου μηδὲ διακωλύοντος, εἷς ἀνὴρ, Ἀγησίλαος, ἀνέτρεψε πάντα καὶ διελυμήνατο, κάλλιστον διανόημα καὶ Λακωνικώτατον αἰσχίστῳ νοσήματι τῇ φιλοπλουτίᾳ διαφθείρας.