Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ Μᾶρκος Ὀκτάβιος ἄγων δύο τάγματα πλησίον κατεστρατοπέδευσε καὶ πέμπων ἠξίου τὸν Κάτωνα περὶ ἀρχῆς διορίσασθαι πρὸς αὐτόν, ἐκείνῳ μὲν οὐθὲν ἀπεκρίνατο, πρὸς δὲ τοὺς φίλους εἶπεν εἶτα θαυμάζομεν ὅπως ἀπόλωλε τὰ πράγματα, τήν φιλαρχίαν ὁρῶντες ἡμῖν ἐν αὐτῷ τῷ ὀλέθρῳ βεβηκόσι παραμένουσαν;

ἐν τούτῳ δὲ τοὺς ἱππεῖς ἀκούσας ἀπιόντας ἤδη φέρειν καὶ ἄγειν τὰ τῶν Ἰτυκαίων ὥσπερ λάφυρα, δρόμῳ συνέτεινε πρὸς αὐτούς καὶ τοῖς πρώτοις ἐντυχὼν ἀφῃρεῖτο, τῶν δὲ ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος, πάντες δὲ ὑπʼ αἰσχύνης σιωπῇ καὶ κάτω βλέποντες ἀπῄεσαν. ὁ δὲ Κάτων εἰς τήν πόλιν τοὺς Ἰτυκαίους συναγαγών ἐδεῖτο περὶ τῶν τριακοσίων, μὴ παροξῦναι Καίσαρα κατʼ αὐτῶν, ἀλλὰ καὶ κοινῇ τήν σωτηρίαν πράττειν ἀλλήλοις.