Cato the Younger
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ἀξιούντων δὲ πάντων ἄρχειν αὐτόν, καὶ πρώτων τῶν περὶ Σκηπίωνα καί Οὐᾶρον ἐξισταμένων καί παραδιδόντων τὴν ἡγεμονίαν, οὐκ ἔφη καταλύσειν τοὺς νόμους περὶ ὧν τῷ καταλύοντι πολεμοῦσιν, οὐδὲ ἑαυτὸν ἀντιστράτηγον ὄντα παρόντος ἀνθυπάτου προτάξειν. ἀνθύπατος γὰρ ὁ Σκηπίων ἀπεδέδεικτο, καί θάρσος εἶχον οἱ πολλοὶ διὰ τοὔνομα, κατορθώσειν ἄρχοντος ἐν Λιβύῃ Σκηπίωνος.
ἐπεὶ μέντοι τὴν ἀρχὴν ὁ Σκηπίων παραλαβὼν εὐθὺς ἐβούλετο Ἰόβᾳ χαριζόμενος Ἰτυκαίους ἡβηδὸν ἀποκτεῖναι καί κατασκάψαι τὴν πόλιν ὡς τὰ Καίσαρος φρονοῦσαν, οὐχ ὑπέμεινεν ὁ Κάτων, ἀλλὰ μαρτυρόμενος καί κεκραγὼς ἐν τῷ συνεδρίῳ καί θεοκλυτῶν μόλις ἐξείλετο τῆς ὠμότητος αὐτῶν τοὺς ἀνθρώπους·
καί τὰ μὲν αὐτῶν δεηθέντων, τὰ δὲ τοῦ Σκηπίωνος ἀξιοῦντος, ἀνεδέξατο φρουρήσειν τὴν πόλιν, ὡς μήτε ἄκουσα μήτε ἑκοῦσα Καίσαρι προσγένοιτο. καί γὰρ ἦν εἰς ἅπαντα τὸ χωρίον ὠφέλιμον καί διαρκὲς