Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ τέλος εἶχεν ἡ στρατεία τῷ Κάτωνι, προεπέμφθη, οὐκ εὐχαῖς, ὃ κοινόν ἐστιν, οὐδʼ ἐπαίνοις, ἀλλὰ δάκρυσι καὶ περιβολαῖς ἀπλήστοις, ὑποτιθέντων τὰ ἱμάτια τοῖς ποσὶν ᾗ βαδίζοι καὶ καταφιλούντων τὰς χεῖρας, ἃ τῶν αὐτοκρατόρων ὀλίγοις μόλις ἐποίουν οἱ τότε Ῥωμαῖοι.

βουληθεὶς δὲ πρὸ τοῦ πολιτείᾳ προσελθεῖν ἅμα μὲν πλανηθῆναι καθʼ ἱστορίαν τῆς Ἀσίας καὶ γενέσθαι θεατὴς ἠθῶν καὶ βίων καὶ δυνάμεως τῆς περὶ ἑκάστην ἐπαρχίαν, ἅμα δὲ τῷ Γαλάτῃ Δηϊοτάρῳ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν δεομένῳ πρὸς αὐτὸν ἐλθεῖν μὴ ἀχαριστῆσαι, τοῦτον τὸν τρόπον ἐποιεῖτο τὴν ἀποδημίαν. προὔπεμπεν ἅμʼ ἡμέρᾳ τὸν ἀρτοποιὸν καὶ τὸν μάγειρον ὅπου καταλύσειν ἔμελλεν.