Phocion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
τοῖς δὲ Βοιωτοῖς οὐ βουλομένων αὐτῶν δικάζεσθαι περὶ τῆς χώρας, ἀλλὰ πολεμεῖν, συνεβούλευε διὰ τῶν λόγων, ἐν οἷς εἰσι κρείττους, μὴ διὰ τῶν ὅπλων, ἐν οἷς εἰσιν ἥττους, μάχεσθαι. λέγοντα δὲ αὐτὸν οὐ προσιεμένων οὐδὲ ὑπομενόντων ἀκούειν, ἐμέ, εἶπεν, ὑμεῖς ἃ μὴ βούλομαι ποιεῖν βιάσασθαι δύνασθε, λέγειν δὲ ἃ μὴ δεῖ παρὰ γνώμην οὐκ ἀναγκάσετε.
τῶν δὲ ἀντιπολιτευομένων αὐτῷ ῥητόρων Δημοσθένους μὲν εἰπόντος, ἀποκτενοῦσί σε Ἀθηναῖοι, Φωκίων,
τοῦ δὲ Λυκούργου πολλὰ βλάσφημα πρὸς αὐτὸν εἰπόντος ἐν ἐκκλησίᾳ, καὶ πρὸς ἅπασιν ὅτι, δέκα τῶν πολιτῶν ἐξαιτοῦντος Ἀλεξάνδρου, συνεβούλευεν ἐκδοῦναι, εἶπε· πολλὰ ἐγὼ συμβεβούλευκα καλὰ καὶ συμφέροντα τούτοις, ἀλλʼ οὐ πείθονταί μοι.
ἦν δέ τις Ἀρχιβιάδης ἐπικαλούμενος Λακωνιστής, πώγωνά τε καθειμένος ὑπερφυῆ μεγέθει καὶ τρίβωνα φορῶν ἀεὶ καὶ σκυθρωπάζων τοῦτον ἐν βουλῇ θορυβούμενος ὁ Φωκίων ἐπεκαλεῖτο τῷ λόγῳ μάρτυν ἅμα καὶ βοηθόν, ὡς δὲ ἀναστὰς ἐκεῖνος ἃ πρὸς χάριν ἦν τοῖς Ἀθηναίοις συνεβούλευεν, ἁψάμενος αὐτοῦ τῶν γενείων· ὦ Ἀρχιβιάδη, εἶπε, τί οὖν οὐκ ἀπεκείρω;