Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐν δὲ καιροῖς ἐπισφαλέσι τραχυνομένου τοῦ δήμου πρὸς αὐτὸν σφόδρα καὶ τῆς στρατηγίας εὐθύνας ἀπαιτοῦντος, σωθείητε, εἶπεν, ὦ μακάριοι, πρῶτον. ἐπεὶ δὲ πολεμοῦντες μὲν ἦσαν ταπεινοὶ καὶ περιδεεῖς, γενομένης δὲ εἰρήνης ἐθρασύνοντο καὶ κατεβόων τοῦ Φωκίωνος ὡς ἀφῃρημένου τὴν νίκην αὐτῶν, εὐτυχεῖτε, εἶπεν, ἔχοντες στρατηγὸν εἰδότα ὑμᾶς· ἐπεὶ πάλαι ἂν ἀπωλώλειτε.

τοῖς δὲ Βοιωτοῖς οὐ βουλομένων αὐτῶν δικάζεσθαι περὶ τῆς χώρας, ἀλλὰ πολεμεῖν, συνεβούλευε διὰ τῶν λόγων, ἐν οἷς εἰσι κρείττους, μὴ διὰ τῶν ὅπλων, ἐν οἷς εἰσιν ἥττους, μάχεσθαι. λέγοντα δὲ αὐτὸν οὐ προσιεμένων οὐδὲ ὑπομενόντων ἀκούειν, ἐμέ, εἶπεν, ὑμεῖς ἃ μὴ βούλομαι ποιεῖν βιάσασθαι δύνασθε, λέγειν δὲ ἃ μὴ δεῖ παρὰ γνώμην οὐκ ἀναγκάσετε.

τῶν δὲ ἀντιπολιτευομένων αὐτῷ ῥητόρων Δημοσθένους μὲν εἰπόντος, ἀποκτενοῦσί σε Ἀθηναῖοι, Φωκίων,

paris.1624.746
ἂν μανῶσιν, εἶπε· σὲ δέ, ἂν σωφρονῶσι· Πολύευκτον δὲ τὸν Σφήττιον ὁρῶν ἐν καύματι συμβουλεύοντα τοῖς Ἀθηναίοις πολεμεῖν πρὸς Φίλιππον, εἶτα ὑπʼ ἄσθματος πολλοῦ καὶ ἱδρῶτος, ἅτε δὴ καὶ ὑπέρπαχυν ὄντα, πολλάκις
p.166
ἐπιρροφοῦντα τοῦ ὕδατος. ἄξιον, ἔφη, τούτῳ πιστεύσαντας ὑμᾶς ψηφίσασθαι τὸν πόλεμον, ὃν τί οἴεσθε ποιήσειν ἐν τῷ θώρακι καὶ τῇ ἀσπίδι, τῶν πολεμίων ἐγγὺς ὄντων, ὅτε λέγων πρὸς ὑμᾶς ἃ ἔσκεπται κινδυνεύει πνιγῆναι;

τοῦ δὲ Λυκούργου πολλὰ βλάσφημα πρὸς αὐτὸν εἰπόντος ἐν ἐκκλησίᾳ, καὶ πρὸς ἅπασιν ὅτι, δέκα τῶν πολιτῶν ἐξαιτοῦντος Ἀλεξάνδρου, συνεβούλευεν ἐκδοῦναι, εἶπε· πολλὰ ἐγὼ συμβεβούλευκα καλὰ καὶ συμφέροντα τούτοις, ἀλλʼ οὐ πείθονταί μοι.

ἦν δέ τις Ἀρχιβιάδης ἐπικαλούμενος Λακωνιστής, πώγωνά τε καθειμένος ὑπερφυῆ μεγέθει καὶ τρίβωνα φορῶν ἀεὶ καὶ σκυθρωπάζων τοῦτον ἐν βουλῇ θορυβούμενος ὁ Φωκίων ἐπεκαλεῖτο τῷ λόγῳ μάρτυν ἅμα καὶ βοηθόν, ὡς δὲ ἀναστὰς ἐκεῖνος ἃ πρὸς χάριν ἦν τοῖς Ἀθηναίοις συνεβούλευεν, ἁψάμενος αὐτοῦ τῶν γενείων· ὦ Ἀρχιβιάδη, εἶπε, τί οὖν οὐκ ἀπεκείρω;

Ἀριστογείτονος δὲ τοῦ συκοφάντου πολεμικοῦ μὲν ὄντος ἐν ταῖς ἐκκλησίαις καὶ παροξύνοντος ἐπὶ τὰς πράξεις τὸν δῆμον, ἐν δὲ τῷ καταλόγῳ προσελθόντος ἐπὶ βακτηρίᾳ τὼ σκέλη καταδεδεμένου, πόρρωθεν αὐτὸν ἀπὸ τοῦ βήματος ἰδὼν ὁ Φωκίων ἀνέκραγε· γράφε καὶ Ἀριστογείτονα χωλὸν καὶ πονηρόν. ὥστε θαυμάζειν ὅπως καὶ ὁπόθεν τραχὺς οὕτως ἀνὴρ καὶ σκυθρωπὸς ἐκτήσατο τὴν τοῦ χρηστοῦ προσηγορίαν.