Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ μέντοι χρόνου βραχέος διαγενομένου, καὶ τῶν πραγμάτων διδασκόντων οἷον ἐπιστάτην καὶ φύλακα σωφροσύνης καὶ δικαιοσύνης ὁ δῆμος ἀπώλεσεν, ἀνδριάντα μὲν αὐτοῦ χαλκοῦν ἀνέστησαν, ἔθαψαν δὲ δημοσίοις τέλεσι τὰ ὀστᾶ. τῶν δὲ κατηγόρων Ἁγνωνίδην μὲν αὐτοὶ θάνατον καταχειροτονήσαντες ἀπέκτειναν, Ἐπίκουρον δὲ καὶ Δημόφιλον ἀποδράντας ἐκ τῆς πόλεως ἀνευρὼν ὁ τοῦ Φωκίωνος υἱὸς ἐτιμωρήσατο.