Phocion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
πεπωκότων δὲ ἤδη πάντων τὸ φάρμακον ἐπέλιπε, καὶ ὁ δημόσιος οὐκ ἔφη τρίψειν ἕτερον, εἰ μὴ λάβοι δώδεκα δραχμάς, ὅσου τὴν ὁλκὴν ὠνεῖται. χρόνου δὲ γενομένου καὶ διατριβῆς ὁ Φωκίων καλέσας τινὰ τῶν φίλων, καὶ εἰπών εἰ μηδὲ ἀποθανεῖν Ἀθήνησι δωρεὰν ἔστιν, ἐκέλευσε τῷ ἀνθρώπῳ δοῦναι τὸ κερμάτιον.
ἦν δὲ ἡμέρα μηνὸς Μουνυχιῶνος ἐνάτη ἐπὶ δέκα, καὶ τῷ Διῒ τὴν πομπὴν πέμποντες οἱ ἱππεῖς παρεξῄεσαν ὧν οἱ μὲν ἀφείλοντο τοὺς στεφάνους, οἱ δὲ πρὸς τὰς θύρας δεδακρυμένοι τῆς εἱρκτῆς ἀπέβλεψαν. ἐφάνη δὲ τοῖς μὴ παντάπασιν ὠμοῖς καὶ διεφθαρμένοις ὑπʼ ὀργῆς καὶ φθόνου τὴν ψυχὴν, ἀνοσιώτατον γεγονέναι τὸ μηδʼ ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, μηδὲ καθαρεῦσαι δημοσίου φόνου τὴν πόλιν ἑορτάζουσαν.