Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ παρατάξαντος αὐτοῦ τοὺς ὁπλίτας εἷς πολὺ πρὸ τῶν ἄλλων προῆλθεν, εἶτα δείσας ἀντιστάντος ἀνδρὸς πολεμίου πάλιν εἷς τὴν τάξιν ἀνεχώρησεν, ὦ μειράκιον, εἶπεν, οὐκ αἰδῇ δύο τάξεις ἀπολελοιπώς, ἣν ἐτάχθης ὑπὸ τοῦ στρατηγοῦ καὶ πάλιν ἐφʼ ἣν σεαυτὸν ἔταξας; ἐμβαλὼν δὲ τοῖς πολεμίοις καὶ κατὰ κράτος τρεψάμενος,

paris.1624.753
αὐτόν τε τὸν Μικίωνα καὶ πολλοὺς ἄλλους ἀπέκτεινε.

τὸ δὲ Ἑλληνικὸν ἐν Θετταλίᾳ στράτευμα, συμμίξαντος Ἀντιπάτρῳ Λεοννάτου καὶ τῶν ἐξ Ἀσίας Μακεδόνων, ἐνίκα μαχόμενον καὶ Λεοννάτος ἔπεσεν, ἡγουμένου τῆς μὲν φάλαγγος Ἀντιφίλου, τῶν δὲ ἱππέων τοῦ Θεσσαλοῦ Μένωνος.

ὀλίγῳ δὲ ὕστερον χρόνῳ Κρατεροῦ διαβάντος ἐξ Ἀσίας μετὰ πολλῆς δυνάμεως καὶ γενομένης πάλιν ἐν Κραννῶνι παρατάξεως, ἡττήθησαν μὲν οἱ Ἕλληνες οὔτε μεγάλην ἧτταν οὔτε πολλῶν πεσόντων, ἀπειθείᾳ δὲ πρὸς τοὺς ἄρχοντας ἐπιεικεῖς καὶ νέους ὄντας, καὶ ἅμα τὰς

p.202
πόλεις αὐτῶν πειρῶντος Ἀντιπάτρου, διαρρυέντες αἴσχιστα προήκαντο τὴν ἐλευθερίαν.

εὐθὺς οὖν ἐπὶ τὰς Ἀθήνας ἄγοντος τοῦ Ἀντιπάτρου τὴν δύναμιν οἱ μὲν περὶ Δημοσθένην καὶ Ὑπερείδην ἀπηλλάγησαν ἐκ τῆς πόλεως, Δημάδης δέ, μηθὲν μέρος ὧν ὤφειλε χρημάτων ἐπὶ ταῖς καταδίκαις ἐκτῖσαι τῇ πόλει· δυνάμενος ἡλώκει γὰρ ἑπτὰ γραφὰς παρανόμων καὶ γεγονὼς ἄτιμος ἐξείργετο τοῦ λέγειν, ἄδειαν εὑρόμενος τότε, γράφει ψήφισμα ἐκπέμπειν[*](ἐκπέμπειν with Doehner; the MSS. have καὶ πέυπει, which Bekker retains: πέμπειν, after Coraës.) πρὸς Ἀντίπατρον ὑπὲρ εἰρήνης πρέσβεις αὐτοκράτορας.