Phocion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ὁ δὲ τὴν μὲν ἄλλην τοῦ Φιλίππου πολιτείαν καί φιλανθρωπίαν ᾤετο δεῖν προσδέχεσθαι· Δημάδου δὲ γράψαντος ὅπως ἡ πόλις μετέχοι τῆς κοινῆς εἰρήνης καί τοῦ συνεδρίου τοῖς Ἕλλησιν, οὐκ εἴα πρὸ τοῦ γνῶναι τίνα Φίλιππος αὑτῷ γενέσθαι παρὰ τῶν Ἑλλήνων ἀξιώσει·
κρατηθεὶς
Φιλίππου δὲ ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἴα· καί γὰρ ἀγεννὲς εἶναι ἐπιχαίρειν, καί τὴν ἐν Χαιρωνείᾳ, παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι.
Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις ἔφη· σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα καὶ δόξης μεγάλης ὀρεγόμενον; ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι[*](ῥιπίσαι Bryan’s correction of the MSS. ῥῖψαι (to hurl), which Coraës and Bekker retain.) τὴν πόλιν;
ὡς δὲ ἀπωλώλεισαν αἱ Θῆβαι καὶ ὁ Ἀλέξανδρος ἐξῃτεῖτο τοὺς περὶ Δημοσθένην καὶ Λυκοῦργον καὶ Ὑπερείδην καὶ Χαρίδημον, ἡ δὲ ἐκκλησία πρὸς ἐκεῖνον ἀπέβλεπεν, ὀνομαστὶ πολλάκις καλούμενος ἀνέστη καὶ τῶν φίλων ἕνα παραστησάμενος, ᾧ μάλιστα χρώμενος διετέλει καὶ πιστεύων καὶ ἀγαπῶν, εἰς τοιαῦτα, ἔφη, τὴν πόλιν οὗτοι παραγηόχασιν ὥστʼ ἔγωγε, κἂν Νικοκλέα τις τοῦτον ἐξαιτῇ, διδόναι κελεύσω.