Phocion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
οὕτω γὰρ ἔσται μακρὰν ὁ πόλεμος, ἡττωμένοις δὲ πᾶν ἀεὶ δεινὸν ἐγγὺς πάρεστι. γενομένης δὲ τῆς ἥττης[*](τῆς ἥττης Bekker, with CFa: ἥττης.) καί τῶν θορυβοποιῶν καί νεωτεριστῶν ἐν ἄστει[*](ἐν ἄστει Coraës and Bekker have τῶν ἐν ἄστει, after Stephanus.) τὸν Χαρίδημον ἑλκόντων ἐπὶ τὸ βῆμα καί στρατηγεῖν ἀξιούντων, ἐφοβήθησαν οἱ βέλτιστοι· καί τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἔχοντες ἐν τῷ δήμῳ
ὁ δὲ τὴν μὲν ἄλλην τοῦ Φιλίππου πολιτείαν καί φιλανθρωπίαν ᾤετο δεῖν προσδέχεσθαι· Δημάδου δὲ γράψαντος ὅπως ἡ πόλις μετέχοι τῆς κοινῆς εἰρήνης καί τοῦ συνεδρίου τοῖς Ἕλλησιν, οὐκ εἴα πρὸ τοῦ γνῶναι τίνα Φίλιππος αὑτῷ γενέσθαι παρὰ τῶν Ἑλλήνων ἀξιώσει·
κρατηθεὶς
Φιλίππου δὲ ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἴα· καί γὰρ ἀγεννὲς εἶναι ἐπιχαίρειν, καί τὴν ἐν Χαιρωνείᾳ, παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι.
Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις ἔφη· σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα καὶ δόξης μεγάλης ὀρεγόμενον; ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι[*](ῥιπίσαι Bryan’s correction of the MSS. ῥῖψαι (to hurl), which Coraës and Bekker retain.) τὴν πόλιν;