Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Παραδυομένου δὲ εἰς τὴν Εὔβοιαν τοῦ Φιλίππου καί δύναμιν ἐκ Μακεδονίας διαβιβάζοντος καὶ τὰς πόλεις οἰκειουμένου διὰ τυράννων, Πλουτάρχου δὲ τοῦ Ἐρετριέως καλοῦντος τοὺς

paris.1624.747
Ἀθηναίους καί δεομένου τὴν νῆσον ἐξελέσθαι καταλαμβανομένην ὑπὸ τοῦ Μακεδόνος, ἀπεστάλη στρατηγὸς ὁ Φωκίων ἔχων δύναμιν οὐ πολλήν, ὡς τῶν ἐκεῖ συστησομένων ἑτοίμως πρὸς αὐτόν.

εὑρὼν δὲ προδοτῶν ἅπαντα μεστὰ καί νοσοῦντα καὶ διορωρυγμένα δωροδοκίαις εἰς κίνδυνον μέγαν κατέστη· καί τινα λόφον χαράδρᾳ βαθείᾳ τῶν περὶ τὰς Ταμύνας ἐπιπέδων ἀποκρυπτόμενον καταλαβών συνεῖχεν ἐν τούτῳ καί συνεκράτει τὸ μαχιμώτατον τῆς δυνάμεως.

τῶν δὲ ἀτάκτων καί λάλων καί πονηρῶν διαδιδρασκόντων ἐκ τοῦ στρατοπέδου καί ἀποχωρούντων ἐκέλευσεν ἀμελεῖν τοὺς ἡγεμόνας· καί γὰρ ἐνταῦθα δυσχρήστους ὑπὸ ἀταξίας ἔσεσθαι καί βλαβεροὺς τοῖς μαχομένοις, κἀκεῖ τοιαῦτα συνειδότας αὑτοῖς ἧττον αὐτοῦ καταβοήσεσθαι καί μὴ πάνυ συκοφαντήσειν.

ὡς δὲ ἐπῄεσαν οἱ πολέμιοι, κελεύσας ἐν τοῖς ὅπλοις ἀτρεμεῖν ἄχρι ἂν αὐτὸς σφαγιάσηται, πλείω διέτριβε χρόνον ἢ δυσιερῶν ἢ βουλόμενος ἐγγυτέρω τοὺς πολεμίους ἐπισπάσασθαι. διὸ πρῶτον μὲν ὁ Πλούταρχος οἰόμενος ἀποδειλιᾶν

p.172
καὶ κατοκνεῖν ἐκεῖνον ἐξέδραμε μετὰ τῶν ξένων ἔπειτα τοῦτον ἰδόντες οἱ ἱππεῖς οὐκ ἐκαρτέρησαν, ἀλλʼ ἤλαυνον εὐθὺς εἰς τοὺς πολεμίους ἀσύντακτοι καὶ σποράδες ἐκ τοῦ στρατοπέδου προσφερόμενοι.

νικωμένων δὲ τῶν πρώτων ἅπαντες ἐσκεδάσθησαν καὶ ὁ Πλούταρχος ἔφυγε· καὶ τῷ χάρακι προσμίξαντες ἔνιοι τῶν πολεμίων ἐκκόπτειν ἐπειρῶντο καὶ διασπᾶν ὡς ἁπάντων κεκρατηκότες, ἐν τούτῳ δὲ τῶν ἱερῶν γενομένων, τοὺς μὲν εὐθὺς ἐκ τοῦ στρατοπέδου προσπεσόντες οἱ Ἀθηναῖοι τρέπουσι καὶ καταβάλλουσι τοὺς πλείστους περὶ τοῖς ἐρύμασι φεύγοντας, ὁ δὲ Φωκίων τὴν μὲν φάλαγγα προσέταξεν ἐφεδρεύειν ἀναλαμβάνουσαν ἅμα καὶ προσδεχομένην τοὺς ἐν τῇ φυγῇ πρότερον διασπαρέντας, αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων ἐνέβαλε τοῖς πολεμίοις.

καὶ μάχης καρτερᾶς γενομένης πάντες μὲν ἐκθύμως ἠγωνίσαντο καὶ ἀφειδῶς, Θάλλος δὲ ὁ Κινέου καὶ Γλαῦκος ὁ Πολυμήδους περὶ αὐτὸν τεταγμένοι τόν στρατηγὸν ἠρίστευσαν. οὐ μὴν ἀλλὰ καὶ Κλεοφάνης ἄξιον πλείστου παρέσχεν ἑαυτὸν ἐν ἐκείνῃ τῇ μάχῃ. τοὺς γὰρ ἱππεῖς ἀνακαλούμενος ἐκ τῆς τροπῆς καὶ βοῶν καὶ διακελευόμενος κινδυνεύοντι τῷ στρατηγῷ βοηθεῖν, ἐποίησεν ἀναστρέψαντας ἐπιρρῶσαι τὸ νίκημα τῶν ὁπλιτῶν.