Caesar
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ὁ δὲ Κρασσίνιος ἐκτείνας τὴν δεξιὰν καὶ μέγα βοήσας, νικήσομεν, ἔφη, λαμπρῶς, ὦ Καῖσαρ ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ τεθνηκότα ἐπαινέσεις. ταῦτα εἰπὼν πρῶτος ἐμβάλλει τοῖς
p.550
πολεμίοις δρόμῳ, συνεπισπασάμενος τοὺς περὶ ἑαυτὸν ἑκατὸν καὶ εἴκοσι στρατιώτας, διακόψας δὲ τοὺς πρώτους καὶ πρόσω χωρῶν φόνῳ πολλῷ καὶ βιαζόμενος ἀνακόπτεται ξίφει πληγεὶς διὰ τοῦ στόματος, ὥστε καὶ τὴν αἰχμὴν ὑπὲρ τὸ ἰνίον ἀνασχεῖν.οὕτω δὲ τῶν πεζῶν κατὰ τὸ μέσον συρραγέντων καὶ μαχομένων, ἀπὸ τοῦ κέρατος οἱ Πομπηΐου ἱππεῖς σοβαρῶς ἐπήλαυνον εἰς κύκλωσιν τοῦ δεξιοῦ τὰς ἴλας ἀναχεόμενοι· καὶ πρὶν ἢ προσβαλεῖν αὐτούς ἐκτρέχουσιν αἱ σπεῖραι παρὰ Καίσαρος, οὐχ, ὥσπερ εἰώθεσαν, ἀκοντίσμασι χρώμενοι τοῖς ὑσσοῖς,