Caesar
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
καί ποτε καί διαπλάσαντες ἐξ αὐτῆς ἄρτους καί ταῖς προφυλακαῖς τῶν πολεμίων ἐπιδραμόντες ἔβαλλον εἴσω καί διερρίπτουν, ἐπιλέγοντες ὡς, ἄχρι ἂν ἡ γῆ τοιαύτας ἐκφέρῃ ῥίζας, οὐ παύσονται πολιορκοῦντες Πομπήϊον. ὁ μέντοι Πομπήϊος οὔτε τοὺς ἄρτους οὔτε τοὺς λόγους εἴα τούτους ἐκφέρεσθαι πρὸς τὸ πλῆθος. ἠθύμουν γὰρ οἱ στρατιῶται, τὴν ἀγριότητα καί τὴν ἀπάθειαν τῶν πολεμίων ὥσπερ θηρίων ὀρρωδοῦντες.
ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι τοῖς Πομπηΐου μάχαι σποράδες ἐγίγνοντο καί περιῆν πάσαις ὁ
p.538
Καῖσαρ πλὴν μιᾶς, ἐν ᾗ τροπῆς μεγάλης γενομένης ἐκινδύνευσεν ἀπολέσαι τὸ στρατόπεδον. Πομπηΐου γὰρ προσβάλλοντος οὐδεὶς ἔμεινεν, paris.1624.727
ἀλλὰ καί τάφροι κατεπίμπλαντο κτεινομένων, καί περὶ τοῖς αὑτῶν χαρακώμασι καὶ περιτειχίσμασιν ἔπιπτον ἐλαυνόμενοι προτροπάδην.