Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔργον οὖν ὁ Πομπήϊος οὐ νέας φρενός, ἀλλʼ εὖ μάλα βεβηκυίας καὶ κατηρτυμένης ἐργασάμενος μεγάλων ἀπήλλαξε τὴν Ῥώμην φόβων καὶ νεωτερισμῶν, τὰς μὲν γὰρ ἐπιστολὰς ἐκείνας καὶ τὰ γράμματα τοῦ Σερτωρίου συναγαγὼν ἅπαντα κατέκαυσεν οὔτε αὐτὸς ἀναγνοὺς[*](αὐτὸς ἀναγνοὺς Naber: ἀναγνούς.) οὔτε ἐάσας ἕτερον· αὐτὸν δὲ τὸν Περπένναν κατὰ τάχος ἀνεῖλε, φοβηθεὶς μὴ τῶν ὀνομάτων ἐξενεχθέντων πρός τινας ἀποστάσεις καὶ ταραχαὶ γένωνται.

p.74

τῶν δὲ τῷ Περπέννᾳ συνομοσαμένων οἱ μὲν ἐπὶ Πομπήϊον ἀναχθέντες διεφθάρησαν, οἱ δὲ φεύγοντες εἰς Λιβύην ὑπὸ Μαυρουσίων κατηκοντίσθησαν. διέφυγε δʼ οὐδεὶς πλὴν Αὐφίδιος ὁ τοῦ Μαλλίου ἀντεραστής· οὗτος δὲ ἢ λαθὼν ἢ παραμεληθεὶς ἔν τινι βαρβάρῳ κώμῃ πενόμενος καὶ μισούμενος κατεγήρασεν.