Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οἱ δὲ ἐπείθοντο, καί παρασκευάσαντες ἄνθρωπον γράμματα κομίζοντα τῷ Σερτωρίῳ προσήγαγον. ἐδήλου

paris.1624.582
δὲ τὰ γράμματα νίκην τινὸς τῶν ὑπʼ αὐτῷ στρατηγῶν καί φόνον πολὺν τῶν πολεμίων, ἐφʼ οἷς τοῦ Σερτωρίου περιχαροῦς ὄντος καί θύοντος εὐαγγέλια, Περπέννας ἑστίασιν αὐτῷ καί τοῖς παροῦσι φίλοις ʽοὗτοι δὲ ἦσαν ἐκ τῆς συνωμοσίας ἐπηγγέλλετο, καί πολλὰ λιπαρήσας ἔπεισεν ἐλθεῖν.

ἀεὶ μὲν οὖν τὰ μετὰ Σερτωρίου δεῖπνα πολλὴν εἶχεν αἰδῶ καί κόσμον, οὔτε ὁρᾶν τι τῶν αἰσχρῶν οὔτε ἀκούειν ὑπομένοντος, ἀλλὰ καί τοὺς συνόντας εὐτάκτοις καί ἀνυβρίστοις παιδιαῖς χρῆσθαι καί φιλοφροσύναις ἐθίζοντος· τότε δέ, τοῦ πότου μεσοῦντος, ἀρχὴν ἁψιμαχίας ζητοῦντες ἀναφανδὸν ἀκολάστοις ἐχρῶντο ῥήμασι, καί πολλὰ προσποιούμενοι μεθύειν ἠσέλγαινον ὡς παροξυνοῦντες ἐκεῖνον.

ὁ δὲ εἴτε δυσχεραίνων τὴν ἀκοσμίαν, εἴτε τὴν διάνοιαν αὐτῶν τῇ θρασύτητι τῆς λαλιᾶς καί τῇ παρὰ τὸ εἰωθὸς ὀλιγωρίᾳ συμφρονήσας, μετέβαλε τὸ σχῆμα τῆς κχισίας, ὕπτιον ἀνεὶς ἑαυτὸν, ὡς οὔτε προσέχων οὔτε κατακούων. ἐπεὶ δὲ ὁ Περπέννας φιάλην τινὰ λαβὼν ἀκράτου μεταξὺ πίνων ἀφῆκεν ἐκ τῶν χειρῶν καί ψόφον ἐποίησεν, ὅπερ ἦν αὐτοῖς

p.72
σύμβολον, Ἀντώνιος ὑπερκατακείμενος παίει τῷ ξίφει τὸν Σερτώριον.

ἀναστρέψαντος δὲ πρὸς τὴν πληγὴν ἐκείνου καί συνεξανισταμένου, περιπεσὼν εἰς τὸ στῆθος κατέλαβε τὰς χεῖρας ἀμφοτέρας, ὥστε μηδὲ ἀμυνόμενον πολλῶν παιόντων ἀποθανεῖν.