Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Σερτώριος δέ, τῶν ἐντὸς Ἴβηρος αὐτῷ ποταμοῦ πάντων ὁμοῦ τι προστιθεμένων, πλήθει μὲν ἦν μέγας· ἐπέρρεον γὰρ ἀεὶ καὶ συνεφέροντο πανταχόθεν πρὸς αὑτόν· ἀταξίᾳ δὲ βαρβαρικῇ καὶ θρασύτητι ταραττόμενος ἐπιχειρεῖν τοῖς πολεμίοις βοώντων καὶ τὴν τριβὴν δυσανασχετούντων ἐπειρᾶτο παραμυθεῖσθαι διὰ λόγων.

ὡς δὲ ἑώρα χαλεπαίνοντας καὶ βιαζομένους ἀκαίρως, προήκατο καὶ περιεῖδε συμπλεκομένους τοῖς πολεμίοις

paris.1624.576
ἐν οἷς οὐ παντελῶς συντριβέντας, ἀλλὰ πληγὰς λαβόντας ἤλπιζε πρὸς τὰ λοιπὰ κατηκόους μᾶλλον ἕξειν. ὧν δὲ εἴκαζε γενομένων, ἐπιβοηθήσας ἀνέλαβέ τε φεύγοντας αὐτοὺς καὶ κατέστησεν ἀσφαλῶς εἰς τὸ στρατόπεδον.