Eumenes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ἐπεὶ δὲ τοὺς σὺν αὐτῷ πολιορκουμένους ἡ στενοχωρία μάλιστα πάντων ἔβλαπτεν, ἐν οἰκήμασι
τοῖς μὲν ἀνθρώποις οἶκον, ὃς ἦν μέγιστος ἐν τῷ χωρίῳ, δεκατεσσάρων πηχῶν τὸ μῆκος, ἀπέδειξε περίπατον, κατὰ μικρὸν ἐπιτείνειν τὴν κίνησιν κελεύων, τῶν δὲ ἵππων ἕκαστον ῥυτῆρσι μεγάλοις εἰς τὴν ὀροφὴν ἀναδεδεμένοις ὑποζώσας ἐκ τῶν περὶ τὸν αὐχένα μερῶν ἐμετεώριζε καὶ παρήγειρε διὰ τροχιλίας, ὥστε τοῖς μὲν ὀπισθίοις σκέλεσιν ἐπὶ τῆς γῆς ἐρείδεσθαι, τοῖς δὲ ἐμπροσθίοις ποσὶν ἀκρωνύχους ἐπιψαύειν.
οὕτω δὲ ἀνηρτημένους οἱ ἱπποκόμοι παρεστῶτες ἅμα ταῖς τε κραυγαῖς καὶ ταῖς μάστιξιν ἐπηρέθιζον οἱ δὲ πιμπλάμενοι θυμοῦ καὶ ὀργῆς τοῖς μὲν ὀπισθίοις ἐνήλλοντο καὶ διεσκίρτων σκέλεσι, τοῖς δὲ μετεώροις ἐφιέμενοι στηρίξασθαι καὶ κροτοῦντες τὸ ἔδαφος κατετείνοντο πᾶν τὸ σῶμα καὶ πολὺν ἠφίεσαν ἱδρῶτα καὶ σταλαγμόν, οὔτε πρὸς τάχος οὔτε πρὸς ῥώμην γυμναζόμενοι κακῶς, τὰς δὲ κριθὰς ἐνέβαλλον αὐτοῖς ἐπτισμένας, ἵνα κατεργάζωνται θᾶττον καὶ πέττωσι βέλτιον.