Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐ μὴν ἀλλὰ καὶ περὶ ξένους ἦν φιλότιμος ὁ Κράσσος· ἀνέῳκτο γὰρ ἡ οἰκία πᾶσι, καὶ τοῖς φίλοις ἐδάνειζεν ἄνευ τόκων, ἀπῄτει δʼ ἀποτόμως τοῦ χρόνου παρελθόντος εἰς ὃν ἐδάνεισε, καὶ τὸ προῖκα πολλῶν ἐγίνετο τόκων ἐπαχθέστερον. ἐν δὲ τοῖς δείπνοις ἡ μὲν κλῆσις ἦν ὡς τὰ πολλὰ δημοτικὴ καὶ λαώδης, ἡ δʼ εὐτέλεια τὴν καθαριότητα καὶ τὴν φιλοφροσύνην ἡδίονα τοῦ πολυτελοῦς εἶχε.

παιδείας δὲ τῆς περὶ λόγον μάλιστα μὲν τὸ ῥητορικὸν καὶ χρειῶδες εἰς πολλοὺς ἤσκησε, καὶ γενόμενος δεινὸς εἰπεῖν ἐν τοῖς μάλιστα· Ῥωμαίων ἐπιμελείᾳ καὶ πόνῳ τοὺς εὐφυεστάτους ὑπερέβαλεν. οὐδεμίαν γὰρ οὕτω δίκην φασὶ μικράν οὐδʼ εὐκαταφρόνητον γενέσθαι πρὸς ἣν ἀπαράσκευος ἦλθεν, ἀλλὰ καὶ Πομπηΐου πολλάκις ὀκνοῦντος καὶ Καίσαρος ἐξαναστῆναι καὶ Κικέρωνος, ἐκεῖνος ἀνεπλήρου τὴν συνηγορίαν. καὶ διὰ τοῦτο μᾶλλον ἤρεσκεν ὡς ἐπιμελὴς καὶ βοηθητικός.