Crassus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσιν· Μεγάβακχος δʼ αὐτὸς αὑτὸν διεχρήσατο, καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δʼ ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους· ζῶντας δʼ οὐ πλείονας ἁλῶναι φασι πεντακοσίων, τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.
εἶχε δὲ τὰ κατʼ αὐτὸν οὕτως, ὡς ἐκέλευσε τόν υἱὸν ἐμβαλεῖν τοῖς Πάρθοις καί τις ἤγγειλεν αὐτῷ μακρὰν τροπὴν εἶναι καί δίωξιν ἰσχυρὰν τῶν πολεμίων, ἑώρα δὲ καί τοὺς καθʼ αὑτὸν οὐκέτι προσκειμένους ὁμοίως ἐκεῖ γὰρ ἐρρύησαν οἱ πλεῖστοι, μικρὸν ἀνεθάρρησε, καί συναγαγὼν ὑπέστειλεν ἐν χωρίοις προσάντεσι τόν στρατόν, αὐτίκα προσδοκῶν τόν υἱὸν ἐπανήξειν ἀπὸ τῆς διώξεως.
τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύνευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δʼ ὕστεροι μόγις διαφυγόντες ἀπήγγελλον οἴχεσθαι τόν Πόπλιον, εἰ μὴ ταχεῖα καί πολλὴ
τόν δὲ Κράσσον ἅμα πολλὰ πάθη κατέσχε· καί λογισμῷ μὲν οὐδὲν ἔτι τῶν πραγμάτων ἑώρα, φόβῳ δὲ περὶ τοῦ σύμπαντος ἅμα καί πόθῳ τοῦ παιδὸς ἑλκόμενος βοηθεῖν καί μὴ βοηθεῖν, τέλος ὥρμησε προάγειν τὴν δύναμιν.
οἱ δὲ τὴν κεφαλὴν τοῦ Ποπλίου κομίζοντες ὑπὲρ αἰχμῆς ἀναπεπηγυῖαν ἐγγὺς προσελάσαντες ἀνέδειξαν, ὕβρει πυνθανόμενοι τοκέας αὐτοῦ καί γένος· οὐ γὰρ δὴ πρέπειν γε Κράσσου πατρὸς ἀνανδροτάτου καί κακίστου γενναῖον οὕτω παῖδα καί λαμπρὸν ἀρετῇ γενέσθαι. τοῦτο τὸ θέαμα Ῥωμαίων ὑπὲρ ἅπαντα τἆλλα δεινὰ τὰς ψυχὰς κατέκλασε καί παρέλυσεν, οὐ θυμοῦ πρὸς ἄμυναν, ὥσπερ ἦν εἰκός, ἀλλὰ φρίκης καί τρόμου πᾶσιν ἐγγενομένου.