Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ δὲ περὶ Κάσσιον αὖθις ἠγανάκτουν, καὶ Κράσσον μὲν ἀχθόμενον αὐτοῖς ἐπαύσαντο νουθετοῦντες, ἰδίᾳ δὲ τὸν βάρβαρον ἐλοιδόρουν· τίς σε δαίμων πονηρός, ὦ κάκιστε ἀνθρώπων, ἤγαγε πρὸς ἡμᾶς; τίσι δὲ φαρμάκοις καὶ γοητείαις ἔπεισας Κράσσον εἰς ἐρημίαν ἀχανῆ καὶ βύθιον ἐκχέαντα τὴν στρατιὰν ὁδὸν ὁδεύειν Νομάδι

p.382
λῃστάρχῃ μᾶλλον ἢ Ῥωμαίων αὐτοκράτορι προσήκουσας;

ὁ δὲ βάρβαρος ἀνὴρ ὢν ποικίλος ἐκείνους μὲν ὑποπίπτων ἐθάρρυνε καὶ παρεκάλει μικρὸν ἔτι καρτερῆσαι, τοὺς δὲ στρατιώτας ἅμα συμπαραθέων καὶ παραβοηθῶν ἐπέσκωπτε μετὰ γέλωτος· ὑμεῖς δὲ διὰ Καμπανίας ὁδεύειν οἴεσθε κρήνας καὶ νάματα καὶ σκιὰς καὶ λουτρὰ δηλαδὴ καὶ πανδοκεῖα ποθοῦντες; οὐ μέμνησθε δὲ τὴν Ἀράβων διεξιόντες καὶ Ἀσσυρίων μεθορίαν;

οὕτω μὲν ὁ βάρβαρος διεπαιδαγώγησε τοὺς Ῥωμαίους, καὶ πρὶν ἢ γενέσθαι φανερὸς ἐξαπατῶν ἀφίππευσεν, οὐ λαθὼν τὸν Κράσσον,

paris.1624.557
ἀλλὰ καὶ τοῦτο πείσας, ὡς ὑπεργάσεται καὶ διαταράξει τὰ τῶν πολεμίων.

λέγεται δὲ τῆς ἡμέρας ἐκείνης τὸν Κράσσον οὐχ ὥσπερ ἔθος ἐστὶ Ῥωμαίων στρατηγοῖς ἐν φοινικίδι προελθεῖν, ἀλλʼ ἐν ἱματίῳ μέλανι, καὶ τοῦτο μὲν εὐθὺς ἀλλάξαι προνήσαντα, τῶν δὲ σημαιῶν ἐνίας μόλις ὥσπερ πεπηγυίας πολλὰ παθόντας ἀνελέσθαι τοὺς φέροντας.

ὧν ὁ Κράσσος καταγελῶν ἐπετάχυνε τὴν πορείαν, προσβιαζόμενος ἀκολουθεῖν τὴν φάλαγγα τοῖς ἱππεῦσι, πρίν γε δὴ τῶν ἐπὶ κατασκοπὴν ἀποσταλέντων ὀλίγοι προσπελάσαντες ἀπήγγειλαν ἀπολωλέναι τοὺς ἄλλους ὑπὸ τῶν πολεμίων, αὐτοὺς δὲ μόλις ἐκφυγεῖν, ἐπιέναι δὲ μαχουμένους πλήθει πολλῷ καὶ θάρσει τοὺς ἄνδρας.

ἅπαντες μὲν οὖν ἐθορυβήθησαν, ὁ δὲ Κράσσος ἐξεπλάγη παντάπασι καὶ διὰ σπουδῆς οὐ πάνυ καθεστηκὼς

p.384
παρέταττε, πρῶτον μέν, ὡς οἱ περὶ Κάσσιον ἠξίουν, ἀραιὰν τὴν φάλαγγα τῶν ὁπλιτῶν ἐπὶ πλεῖστον ἀνάγων τοῦ πεδίου πρὸς τὰς κυκλώσεις, τοὺς δʼ ἱππεῖς διανέμων τοῖς κέρασιν ἔπειτα μετέδοξε, καὶ συναγαγὼν ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον ἐν δώδεκα σπείραις προερχομένης τῶνπλευρῶν ἑκάστης.