Nicias
Plutarch
Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἄλλως τε καὶ παρὰ τὸν πόλεμον αὐτοῦ τὴν τραχύτητα καὶ τὸ Λακωνικὸν τῆς ἐπιστασίας οὐ ῥᾳδίως ἐνηνοχότες, ὡς δὲ Τίμαιός φησι, καὶ μικρολογίαν τινὰ καὶ πλεονεξίαν κατεγνωκότες, ἀρρώστημα πατρῷον, ἐφʼ ᾧ καὶ Κλεανδρίδης ὁ πατὴρ αὐτοῦ δώρων ἁλοὺς ἔφυγε, καὶ οὗτος αὐτός, ἀπὸ τῶν χιλίων ταλάντων ἃ Λύσανδρος ἔπεμψεν εἰς Σπάρτην ὑφελόμενος τριάκοντα καὶ κρύψας ὑπὸ τὸν ὄροφον τῆς οἰκίας, εἶτα μηνυθείς, αἴσχιστα πάντων ἐξέπεσεν. ἀλλὰ ταῦτα μὲν ἐν τῷ Λυσάνδρου βίῳ μᾶλλον διηκρίβωται.
Δημοσθένην δὲ καὶ Νικίαν ἀποθανεῖν Τίμαιος οὔ φησιν ὑπὸ Συρακουσίων κελευσθέντας, ὡς Φίλιστος ἔγραψε καὶ Θουκυδίδης, ἀλλʼ Ἑρμοκράτους πέμψαντος, ἔτι τῆς ἐκκλησίας συνεστώσης, καὶ διʼ ἑνὸς τῶν φυλάκων παρέντων αὐτοὺς διʼ αὑτῶν ἀποθανεῖν· τὰ μέντοι σώματα πρὸς ταῖς πύλαις ἐκβληθέντα κεῖσθαι φανερὰ τοῖς δεομένοις τοῦ θεάματος.