Nicias
Plutarch
Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ὡς δʼ οὖν ἐκίνησε τὴν στρατιὰν πάλιν ἐπὶ τὰς Συρακούσας, οὕτως ἐστρατήγησε καὶ μετὰ τοσαύτης ὀξύτητος ἅμα καὶ ἀσφαλείας ἐπῆλθεν, ὥστε λαθεῖν μὲν εἰς Θάψον ταῖς ναυσὶ προσμίξας καὶ ἀποβάς, φθάσαι δὲ τὰς Ἐπιπολὰς κατασχών, τῶν δὲ προσβοηθούντων λογάδων κρατήσας ἑλεῖν μὲν τριακοσίους, τρέψασθαι δὲ καὶ τὴν ἵππον τῶν πολεμίων ἄμαχον εἶναι δοκοῦσαν.
ὃ δὲ πάντων μάλιστα καὶ Σικελιώτας ἐξέπληξε καὶ τοῖς Ἕλλησιν ἀπιστίαν παρέσχεν, ὀλίγῳ χρόνῳ περιετείχισε Συρακούσας, πόλιν Ἀθηνῶν οὐκ ἐλάττονα, δυσεργοτέραν δὲ χωρίων ἀνωμαλίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακειμένοις ἕλεσι τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν.
ἀλλὰ τοῦτʼ ἐξεργάσασθαι μικρὸν ἐδέησε τοῦ παντὸς ἄνθρωπος οὐδʼ ὑγιαίνοντι χρώμενος ἑαυτῷ πρὸς τοσαύτας φροντίδας, ἀλλὰ νόσον νοσῶν νεφρῖτιν, ἧς τὸ μὴ προσεκπονηθὲν λεῖμμα ποιεῖσθαι δίκαιόν ἐστι. θαυμάζω δὲ τοῦ στρατηγοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῶν στρατιωτῶν ἀνδραγαθίαν ἐν οἷς κατώρθουν.
ὁ μὲν γὰρ Εὐριπίδης μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γράφων ἐπικήδειον ἐποίησεν·
Euripides; Bergk, Poet. Lyr. Graeci, ii (4) p. 265
- οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν
- ἄνδρες, ὅτʼ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις·
οὐκ ὀκτὼ δὲ νίκας, ἀλλὰ πλείονας ἄν τις εὕροι Συρακουσίους νενικημένους ὑπʼ αὐτῶν, πρὶν ἐκ θεῶν ὄντως ἢ τύχης ἀντίστασίν τινα γενέσθαι τοῖς Ἀθηναίοις ἐπὶ πλεῖστον αἰρομένοις δυνάμεως.
ταῖς μὲν οὖν πλείσταις πράξεσι βιαζόμενος τὸ σῶμα παρῆν ὁ Νικίας· ἀκμὴν δέ ποτε τῆς ἀρρωστίας λαβούσης ὁ μὲν ἐν τείχεσι μετʼ ὀλίγων ὑπηρετῶν κατέκειτο, τὴν δὲ στρατιὰν ἔχων ὁ Λάμαχος προσεμάχετο τοῖς Συρακουσίοις ἐκ τῆς πόλεως τεῖχος ἀνάγουσι πρὸς τὸ τῶν Ἀθηναίων, ὃ κωλύσειν ἔμελλε διὰ μέσου τὸν ἀποτειχισμόν.