Comparison of Lucullus and Cimon
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἔτι τοίνυν Κίμων μὲν συντετριμμένην τήν βασιλέως δύναμιν καὶ τὸ Περσῶν φρόνημα συνεσταλμένον ἥτταις μεγάλαις καὶ ἀπαύστοις φυγαῖς ὑπὸ Θεμιστοκλέους καὶ Παυσανίου καὶ Λεωτυχίδου καταλαβὼν ἐπενέβη καὶ ὑποπεπτωκότων καὶ προηττημένων ταῖς ψυχαῖς τὰ σώματα ῥᾳδίως ἐνίκησε, Λουκούλλῳ δὲ Τιγράνης ἀήττητος
paris.1624.523
ἐκ πολλῶν ἀγώνων καὶ μέγα φρονῶν συνέπεσε.