Lucullus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἐτύγχανε δὲ κατʼ ἐκεῖνον τὸν χρόνον ἤδη Μιθριδάτης τὸ Πέργαμον ἐκλελοιπὼς καὶ συνεσταλμένος εἰς Πιτάνην. ἐκεῖ δὲ Φιμβρίου κατέχοντος αὐτὸν ἐκ γῆς καὶ πολιορκοῦντος, εἰς τὴν θάλατταν ἀφορῶν συνῆγε καὶ μετεπέμπετο τοὺς πανταχόθεν στόλους πρὸς αὑτόν, ἀνδρὶ τολμητῇ καὶ νενικηκότι τῷ Φιμβρίᾳ συμπλέκεσθαι καὶ πολεμεῖν ἀπεγνωκώς.
ὁ δὲ ταῦτα συνορῶν, ναυτικῷ δὲ λειπόμενος πρὸς Λούκουλλον ἔπεμπεν, ἥκειν τῷ στόλῳ δεόμενος καὶ συνεξελεῖν ἔχθιστον
ὑφʼ ἑαυτοῦ μὲν ἐξεωσμένον τῆς γῆς, ὑπʼ ἐκείνου δὲ τῆς θαλάττης εἰργόμενον ἀμφοτέροις ἀποδώσειν τὸ κατόρθωμα, τὰς δὲ Σύλλα πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν ὑμνουμένας ἀριστείας ἐν οὐδενὶ λόγῳ θήσεσθαι Ῥωμαίους. καὶ οὐδὲν ἦν ἀπὸ τρόπου τῶν λεγομένων, ἀλλὰ παντὶ δῆλον, ὡς, εἰ Φιμβρίᾳ τότε πεισθεὶς ὁ Λούκουλλος οὐ μακρὰν ὢν περιήγαγεν ἐκεῖσε τὰς ναῦς καὶ συνέφραξε τὸν λιμένα τῷ στόλῳ, πέρας ἂν εἶχεν ὁ πόλεμος καὶ μυρίων ἀπηλλαγμένοι κακῶν ἅπαντες ἦσαν.
ἀλλʼ εἴτε τὰ πρὸς Σύλλαν δίκαια πρεσβεύων πρὸ παντὸς ἰδίου τε καὶ κοινοῦ συμφέροντος, εἴτε τὸν Φιμβρίαν μιαρὸν ὄντα καὶ φονέα γεγενημένον ἔναγχος ἀνδρὸς φίλου καὶ στρατηγοῦ διὰ φιλαρχίαν προβαλλόμενος, εἴτε κατὰ θείαν δή τινα τύχην περιφεισάμενος αὐτὸς τοῦ[*](αὐτὸς τοῦ Reiske, Coras, Bekker: αὐτοῦ.) Μιθριδάτου καὶ φυλάξας ἀνταγωνιστήν, οὐχ ὑπήκουσεν, ἀλλὰ Μιθριδάτῃ μὲν ἐκπλεῦσαι παρέσχε καὶ καταγελάσαι τῆς Φιμβρίου δυνάμεως,
αὐτὸς δὲ πρῶτον μὲν ἐπὶ Λεκτοῦ τῆς Τρῳάδος βασιλικὰς ναῦς ἐπιφανείσας κατεναυμάχησεν, αὖθις δὲ πρὸς Τενέδῳ ναυλοχοῦντα μείζονι παρασκευῇ κατιδὼν