Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πυνθανόμενος δὲ πολλοὺς ἐν τῇ πόλει κατειλῆφθαι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, οὓς ὁ Τιγράνης πανταχόθεν ἠθροίκει μέλλων ἀποδεικνύναι τὸ κατεσκευασμένον ὑπʼ αὑτοῦ θέατρον, ἐχρήσατο τούτοις πρὸς τοὺς ἀγῶνας καὶ τὰς θέας τῶν ἐπινικίων. τοὺς δʼ Ἕλληνας εἰς τὰς αὑτῶν πατρίδας ἔπεμψε προσθεὶς ἐφόδια, καὶ τῶν βαρβάρων ὁμοίως τοὺς ἠναγκασμένους κατοικεῖν, ὥστε συνέβη μιᾶς πόλεως διαλυθείσης πολλὰς ἀνοικίζεσθαι πάλιν κομιζομένας τοὺς αὑτῶν οἰκήτορας, ὑφʼ ὧν ὡς εὐεργέτης ὁ Λούκουλλος καὶ κτίστης ἠγαπᾶτο.

προὐχώρει δὲ καὶ τἆλλα κατʼ ἀξίαν τἀνδρί

paris.1624.512
τῶν ἀπὸ δικαιοσύνης καὶ φιλανθρωπίας ἐπαίνων
p.568
ὀρεγομένῳ μᾶλλον ἢ τῶν ἐπὶ τοῖς πολεμικοῖς κατορθώμασιν. ἐκείνων μὲν γὰρ οὐκ ὀλίγον ἡ στρατιὰ καὶ πλεῖστον ἡ τύχη μετεῖχε, ταῦτα δʼ ἦν ἡμέρου ψυχῆς καὶ πεπαιδευμένης ἐπίδειξις, οἷς ὁ Λούκουλλος τότε χωρὶς ὅπλων ἐχειροῦτο τοὺς βαρβάρους, καὶ γὰρ Ἀράβων βασιλεῖς ἧκον πρὸς αὐτὸν ἐγχειρίζοντες τὰ σφέτερα, καὶ τὸ Σωφηνῶν ἔθνος προσεχώρει·

τὸ δὲ Γορδυηνῶν οὕτω διέθηκεν, ὥστε βούλεσθαι τὰς πόλεις ἐκλιπόντας ἀκολουθεῖν ἐκείνῳ μετὰ παίδων καὶ γυναικῶν ἐθελοντὰς ἐξ αἰτίας τοιᾶσδε. Ζαρβιηνὸς γὰρ ὁ τῶν Γορδυηνῶν βασιλεὺς, ὥσπερ εἴρηται, διʼ Ἀππίου κρύφα Λουκούλλῳ διείλεκτο περὶ συμμαχίας τὴν Τιγράνου τυραννίδα βαρυνόμενος· μηνυθεὶς δʼ ἀπεσφάγη, καὶ παῖδες αὑτοῦ καὶ γυνὴ συναπώλοντο πρὶν ἢ Ῥωμαίους εἰς Ἀρμενίαν ἐμβαλεῖν.

τούτων οὐκ ἠμνημόνησεν ὁ Λούκουλλος, ἀλλὰ παρελθὼν εἰς τὴν Γορδυηνῶν ταφὰς προὔθετο τοῦ Ζαρβιηνοῦ, καὶ πυρὰν ἐσθῆτι καὶ χρυσῷ βασιλικῷ καὶ τοῖς ἀπὸ Τιγράνου κοσμήσας λαφύροις αὐτὸς παρὼν ὑφῆψε, καὶ χοὰς ἐπήνεγκε μετὰ φίλων καὶ οἰκείων τοῦ ἀνδρός, ἑταῖρον ἑαυτοῦ καὶ Ῥωμαίων σύμμαχον ἀνακαλούμενος.

ἐκέλευσε δὲ καὶ μνημεῖον ἀπὸ χρημάτων συχνῶν αὐτῷ γενέσθαι· πάμπολλα γὰρ εὑρέθη, καὶ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς τοῦ Ζαρβιηνοῦ βασιλείοις, σίτου δʼ ἀπέκειντο μυριάδες τριακόσιαι μεδίμνων, ὥστε καὶ τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ τὸν Λούκουλλον θαυμάζεσθαι, ὅτι δραχμὴν μίαν ἐκ

p.570
τοῦ δημοσίου ταμιείου μὴ λαβὼν αὐτὸν ἐξ αὑτοῦ διῴκει τὸν πόλεμον.

ἐνταῦθα καὶ παρὰ τοῦ Πάρθων βασιλέως ἧκε πρεσβεία παρʼ αὐτόν εἰς φιλίαν προκαλουμένου καὶ συμμαχίαν. ἦν δʼ ἀσμένῳ ταῦτα τῷ Λουκούλλῳ· καὶ πάλιν ἀντέπεμψε παρʼ ἑαυτοῦ πρεσβείαν πρὸς τὸν Πάρθον, οἳ κατεφώρασαν αὐτόν ἐπαμφοτερίζοντα τῇ γνώμῃ καὶ μισθὸν αἰτοῦντα κρύφα τοῦ συμμαχῆσαι τῷ Τιγράνῃ τὴν Μεσοποταμίαν.