Lucullus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
οὗτοι μὲν οὖν ἐξειργάσαντο χρόνῳ τὴν αὑτῶν ὑπόθεσιν Λούκουλλος δὲ συντόνως ὁδεύσας ἐπὶ τὸν Εὐφράτην, καὶ κατιόντα πολὺν καὶ θολερὸν ὑπὸ χειμῶνος εὑρών, ἤσχαλλεν, ὡς διατριβῆς αὐτῷ καὶ πραγματείας ἐσομένης συνάγοντι πορθμεῖα καὶ πηγνυμένῳ σχεδίας, ἀρξάμενον δʼ ἀφʼ ἑσπέρας ὑποχωρεῖν τὸ ῥεῦμα καὶ μειούμενον διὰ τῆς νυκτός ἅμʼ ἡμέρᾳ κοῖλον παρέσχεν ὀφθῆναι τὸν ποταμόν.
οἱ δʼ ἐπιχώριοι νησῖδας ἐν τῷ πόρῳ μικρᾶς διαφανείσας θεασάμενοι καὶ τεναγίζοντα τὸν ῥοῦν ἐπʼ αὐταῖς, προσεκύνουν τὸν Λούκουλλον, ὡς ὀλιγάκις τούτου συμβεβηκότος πρότερον, ἐκείνῳ δʼ ἑκουσίως χειροήθη καὶ πρᾷον αὑτὸν ἐνδιδόντος τοῦ ποταμοῦ καὶ παρέχοντος ἀπράγμονα καὶ ταχεῖαν τὴν διάβασιν.
χρησάμενος οὖν τῷ καιρῷ διεβίβαζε τὴν στρατιάν· καὶ γίνεται σημεῖον αὐτῷ χρηστὸν ἅμα τῇ διαβάσει, βόες ἱεραὶ νέμονται Περσίας Ἀρτέμιδος, ἣν μάλιστα θεῶν οἱ πέραν Εὐφράτου βάρβαροι τιμῶσι χρῶνται δὲ ταῖς βουσὶ πρὸς θυσίαν μόνον, ἄλλως δὲ πλάζονται κατὰ τὴν χώραν ἄφετοι, χαράγματα φέρουσαι τῆς θεοῦ λαμπάδα, καὶ λαβεῖν ἐξ αὑτῶν, ὅταν δεηθῶσιν, οὐ πάνυ ῥᾴδιόν ἐστιν οὐδὲ μικρᾶς πραγματείας.
τούτων μία, τοῦ στρατοῦ διαβάντος τὸν Εὐφράτην, ἐλθοῦσα πρός τινα πέτραν ἱερὰν τῆς θεοῦ νομιζομένην ἐπʼ αὐτῆς ἔστη, καὶ καταβαλοῦσα τὴν κεφαλὴν, ὥσπερ αἱ δεσμῷ κατατεινόμεναι, θῦσαι τῷ Λουκούλλῳ παρέσχεν αὑτήν, ἔθυσε δὲ καὶ τῷ Εὐφράτῃ ταῦρον διαβατήρια.
κἀκείνην μὲν αὐτοῦ τὴν ἡμέραν ηὐλίσατο, τῇ δʼ ὑστεραίᾳ καὶ
Τιγράνῃ δʼ, ὡς ὁ πρῶτος ἀγγείλας ἥκοντα Λούκουλλον οὐκ ἐχαίρησεν, ἀλλʼ ἀπετέτμητο τὴν κεφαλήν, οὐδεὶς ἄλλος ἔφραζεν, ἀλλʼ ἀγνοῶν καθῆστο περικαιόμενος ἤδη τῷ πολεμίῳ
οὕτως οὔτε σώματος παντός ἐστι πολὺν ἄκρατον ἐνεγκεῖν οὔτε διανοίας τῆς τυχούσης ἐν εὐτυχήμασι μεγάλοις μὴ ἐκστῆναι τῶν λογισμῶν, πρῶτος δʼ αὐτῷ τῶν φίλων ἐτόλμησε Μιθροβαρζάνης φράσαι τὸ ἀληθές, οὐδʼ οὗτος δὲ χρηστὸν ἠνέγκατο γέρας τῆς παρρησίας. ἐπέμφθη γὰρ εὐθὺς ἐπὶ τὸν Λούκουλλον σὺν ἱππεῦσι τρισχιλίοις, πεζοῖς δὲ παμπόλλοις, κελευσθεὶς τὸν μὲν στρατηγὸν ἄγειν ζῶντα, τοὺς δʼ ἄλλους καταπατῆσαι.
Λουκούλλῳ δὲ τῆς στρατιᾶς ἡ μὲν ἤδη κατεζεύγνυεν, ἡ δὲ ἔτι προσῄει. τῶν δὲ σκοπῶν αὐτῷ φρασάντων ἐπελαύνοντα τὸν βάρβαρον, ἔδεισε μὴ χωρὶς ὄντας καὶ οὐκ ἐν τάξει προσπεσὼν ταράξῃ. καὶ αὐτὸς μὲν καθίστατο τὴν στρατοπεδείαν, Σεξτίλιον δὲ πρεσβευτὴν ἔπεμψεν ἱππεῖς ἔχοντα χιλίους ἑξακοσίους, ὁπλίτας δὲ καὶ ψιλοὺς οὐ πολλῷ πλείονας,